Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

τῶν δὲ Νομάδων οὐδεὶς ἁπλῶς συνυπώπτευσε τὸ γινόμενον, οὐδʼ αὐτὸς ὁ Σόφαξ, ἀλλʼ ὡς αὐτομάτως ἐμπεπρησμένου τοῦ χάρακος, ταύτην ἔσχον τὴν διάληψιν.

ὅθεν ἀνυπονοήτως οἱ μὲν ἐκ τῶν ὕπνων, οἱ δʼ ἀκμὴν ἔτι μεθυσκόμενοι καὶ πίνοντες ἐξεπήδων ἐκ τῶν σκηνῶν.

καὶ πολλοὶ μὲν ὑφʼ αὑτῶν περὶ τὰς τοῦ χάρακος ἐξόδους συνεπατήθησαν, πολλοὶ δὲ περικαταληφθέντες ὑπὸ τῆς φλογὸς κατεπρήσθησαν· οἱ δὲ καὶ διαφυγόντες τὴν φλόγα, πάντες εἰς τοὺς πολεμίους ἐμπίπτοντες, οὔθʼ ὃ πάσχουσιν οὔθʼ ὃ ποιοῦσι γινώσκοντες διεφθείροντο.

κατὰ δὲ τὸν καιρὸν τοῦτον οἱ Καρχηδόνιοι, θεωροῦντες τὸ πλῆθος τοῦ πυρὸς καὶ τὸ μέγεθος τῆς ἐξαιρομένης φλογός, ὑπολαβόντες αὐτομάτως ἀνῆφθαι τὸν τῶν Νομάδων χάρακα, τινὲς μὲν ἐβοήθουν ἐξ αὐτῆς,

οἱ δὲ λοιποὶ πάντες ἐκτρέχοντες ἐκ τῆς παρεμβολῆς ἄνοπλοι συνίσταντο πρὸ τῆς ἰδίας στρατοπεδείας, ἐκπλαγεῖς ὄντες ἐπὶ τοῖς γινομένοις.

ὁ δὲ Σκιπίων, τῶν πραγμάτων ὡς ἂν εἰ κατʼ εὐχὴν αὐτῷ προχωρησάντων, ἐπιπεσὼν τοῖς ἐξεληλυθόσιν, οὓς μὲν ἐφόνευεν, οὓς δὲ καταδιώκων ἅμα τὸ πῦρ ἐνέβαλλε ταῖς σκηναῖς.

οὗ γενομένου παραπλήσια συνέβαινε πάσχειν τοὺς Φοίνικας ὑπὸ τοῦ πυρὸς καὶ τῆς ὅλης περιστάσεως τοῖς ἄρτι ῥηθεῖσι περὶ τῶν Νομάδων.