Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

3. ἔστι δὲ τῆς Ἐρυθρᾶς θαλάσσης. οἱ πολῖται Χαττηνοί, ὡς αὐτός· "3τούτοις μὲν γὰρ παρήγγειλε φείδεσθαι τῆς τῶν Χαττηνῶν χώρασ"3. —

οἱ δὲ Γερραῖοι ἀξιοῦσι τὸν βασιλέα μὴ καταλῦσαι τὰ παρὰ τῶν θεῶν αὐτοῖς δεδομένα, τοῦτʼ ἔστιν ἀΐδιον εἰρήνην καὶ ἐλευθερίαν. ὁ δὲ ἑρμηνευθείσης οἱ τῆς ἐπιστολῆς ἔφη συγχωρεῖν τοῖς ἀξιουμένοις. —

κυρωθείσης δὲ τῆς ἐλευθερίας τοῖς Γερραίοις ἐστεφάνωσαν παραχρῆμα τὸν Ἀντίοχον τὸν βασιλέα πεντακοσίοις ἀργυρίου ταλάντοις, χιλίοις δὲ λιβανωτοῦ καὶ διακοσίοις τῆς λεγομένης στακτῆς. καὶ ἐποίει τὸν πλοῦν ἐπὶ Τύλον τὴν νῆσον καὶ ἐποίει τὸν ἀπόπλουν ἐπὶ Σελευκείας. ἦσαν δὲ τὰ ἀρώματα ἐν τῇ Ἐρυθρᾷ θαλάττῃ.

Βάδιζα, πόλις τῆς Βρεττίας, Πολύβιος τρισκαιδεκάτῳ.

Λαμπέτεια, πόλις Βρεττίας, Πολύβιος τρισκαιδεκάτῳ.

ἔστι γὰρ καὶ Ταμέση πόλις τῆς Ἰταλίας καὶ ποταμός. Πολύβιος δʼ ἐν τῷ ιγ# Τεμέσειαν τὴν πόλιν καλεῖ.

Ἀλλαρία, πόλις τῆς Κρήτης, Πολύβιος τρισκαιδεκάτῃ. τὸ ἐθνικὸν Ἀλλαριάτης, ὡς αὐτός φησιν.

Ἰλαττία, πόλις Κρήτης, Πολύβιος τρισκαιδεκάτῳ.

Σίβυρτος, πόλις Κρήτης. τὸ ἐθνικὸν Σιβύρτιος, ὡς Πολύβιος ἐν τρισκαιδεκάτῳ.

Ἀδράνη, πόλις Θρᾴκης --- Πολύβιος δὲ διὰ τοῦ 〈η〉 τὴν μέσην λέγει ἐν τρισκαιδεκάτῃ, Ἀδρήνη.