Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

οἱ δὲ Βοιωτοὶ τὸ μὲν πρῶτον ἠξίουν ἄγειν αὑτοὺς ἐπὶ τὴν ἀρχήν· οὐδενὸς δὲ προσέχοντος ἀνεβόα τις τῶν ξένων "

3βοήθεια"3. συνδραμόντων δὲ τῶν ἐγχωρίων καὶ μαρτυρομένων τοὺς ἄνδρας ἐπανάγειν ἐπὶ τὴν ἀρχήν, ἠναγκάσθησαν προιέμενοι τοὺς ἀνθρώπους οἱ παρὰ τοῦ Νάβιδος ἀπελθεῖν.

ὁ δὲ πάλαι ζητῶν ἀφορμὰς ἐγκλημάτων καὶ πρόφασιν εὔλογον διαφορᾶς, τότε λαβόμενος ταύτης εὐθέως ἤλαυνε τὰ Προαγόρου θρέμματα καί τινων ἑτέρων. ἐξ ὧν ἐγένετο καταρχὴ τοῦ πολέμου.

Λάβαι, ὡς Σάβαι, Χαττηνίας πόλις. Πολύβιος τρισκαιδεκάτῳ. τὸ ἐθνικὸν Λαβαῖος ὡς Σαβαῖος. τῆς αὐτῆς χώρας ἀμφότεραι· ἡ γὰρ Χαττηνία τῶν Γερραίων ἐστὶ χώρα. —

Χαττηνία, χώρα τρίτη Γερραίων.

Πολύβιος ιγ# "3ἔστι δʼ ἡ Χαττηνία τἄλλα μὲν λυπρά, κώμαις δὲ καὶ πύργοις διεσκεύασται διὰ τὴν εὐκαιρίαν τῶν Γερραίων· οὗτοι γὰρ αὐτὴν νέμονται"

3. ἔστι δὲ τῆς Ἐρυθρᾶς θαλάσσης. οἱ πολῖται Χαττηνοί, ὡς αὐτός· "3τούτοις μὲν γὰρ παρήγγειλε φείδεσθαι τῆς τῶν Χαττηνῶν χώρασ"3. —

οἱ δὲ Γερραῖοι ἀξιοῦσι τὸν βασιλέα μὴ καταλῦσαι τὰ παρὰ τῶν θεῶν αὐτοῖς δεδομένα, τοῦτʼ ἔστιν ἀΐδιον εἰρήνην καὶ ἐλευθερίαν. ὁ δὲ ἑρμηνευθείσης οἱ τῆς ἐπιστολῆς ἔφη συγχωρεῖν τοῖς ἀξιουμένοις. —

κυρωθείσης δὲ τῆς ἐλευθερίας τοῖς Γερραίοις ἐστεφάνωσαν παραχρῆμα τὸν Ἀντίοχον τὸν βασιλέα πεντακοσίοις ἀργυρίου ταλάντοις, χιλίοις δὲ λιβανωτοῦ καὶ διακοσίοις τῆς λεγομένης στακτῆς. καὶ ἐποίει τὸν πλοῦν ἐπὶ Τύλον τὴν νῆσον καὶ ἐποίει τὸν ἀπόπλουν ἐπὶ Σελευκείας. ἦσαν δὲ τὰ ἀρώματα ἐν τῇ Ἐρυθρᾷ θαλάττῃ.

Βάδιζα, πόλις τῆς Βρεττίας, Πολύβιος τρισκαιδεκάτῳ.

Λαμπέτεια, πόλις Βρεττίας, Πολύβιος τρισκαιδεκάτῳ.