Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

καὶ δεξιωσάμενος, ἐπειδὰν ἐκ τῆς καθέδρας ἀνέστησε τὴν γυναῖκα καὶ περιέπτυξε ταῖς χερσί, προσήγετο κατὰ βραχὺ πρὸς τὰ στέρνα.

τοὺς δὲ πήχεις εἶχε καὶ τὰς χεῖρας πλήρεις σιδηρῶν γόμφων ὑπὸ τοῖς ἱματίοις, ὁμοίως καὶ κατὰ τοὺς μαστούς.

ὅταν προσήρεισε ταῖς χερσὶ πρὸς τὰ νῶτα τῆς γυναικός, κἄπειτα διὰ τῶν ὀργάνων ἑλκόμενον ἐπέτεινε καὶ προσῆγε πρὸς τοὺς μαστοὺς κατʼ ἐλάχιστον, πᾶσαν ἠνάγκαζε φωνὴν προΐεσθαι τὸν πιεζόμενον.

καὶ πολλοὺς δή τινας τῷ τοιούτῳ τρόπῳ διέφθειρε τῶν ἐξαρνουμένων.

καὶ τὰ λοιπὰ δʼ ἦν τούτοις ὅμοια καὶ σύστοιχα κατὰ τὴν ἀρχήν.