Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

τρόπῳ τοὺς μὲν πλείστους αὐτῶν ἠφάνισε. κατεσκευάσατο δὲ καί τινα μηχανήν, εἰ μηχανὴν ταύτην χρὴ λέγειν.

ἦν γὰρ εἴδωλον γυναικεῖον, πολυτελέσιν ἱματίοις ἠμφιεσμένον, κατὰ δὲ τὴν μορφὴν εἰς ὁμοιότητα τῇ τοῦ Νάβιδος γυναικὶ διαφόρως ἀπειργασμένον.

ὁπότε δέ τινας τῶν πολιτικῶν ἀνακαλέσαιτο, βουλόμενος εἰσπρᾶξαι χρήματα, τὰς μὲν ἀρχὰς διετίθετο λόγους πλείονας καὶ φιλανθρώπους,

ὑποδεικνύων μὲν τὸν ὑπὸ τῶν Ἀχαιῶν ἐπικρεμάμενον τῇ χώρᾳ καὶ τῇ πόλει φόβον, διασαφῶν δὲ τὸ πλῆθος τῶν μισθοφόρων τὸ τρεφόμενον τῆς ἐκείνων ἀσφαλείας χάριν, ἔτι δὲ τὰς εἰς τοὺς θεοὺς καὶ τὰς κοινὰς τῆς πόλεως δαπάνας.

εἰ μὲν οὖν ἐντρέποιντο διὰ τῶν τοιούτων λόγων, εἶχεν ἀποχρώντως αὐτῷ πρὸς τὸ προκείμενον·

εἰ δέ τινες ἐξαρνούμενοι διωθοῖντο τὴν ἐπιταγήν, ἐπεφθέγγετο λόγον τοιοῦτον "3ἴσως ἐγὼ μὲν οὐ δύναμαί σε πείθειν, Ἀπῆγαν μέντοι ταύτην δοκῶ σε πείσειν"3 τοῦτο δʼ ἦν ὄνομα τῇ γυναικὶ τοῦ Νάβιδος.

καὶ τοῦτʼ ἔλεγε, καὶ παρῆν ὃ μικρῷ πρότερον ἔλεγον εἴδωλον.

καὶ δεξιωσάμενος, ἐπειδὰν ἐκ τῆς καθέδρας ἀνέστησε τὴν γυναῖκα καὶ περιέπτυξε ταῖς χερσί, προσήγετο κατὰ βραχὺ πρὸς τὰ στέρνα.

τοὺς δὲ πήχεις εἶχε καὶ τὰς χεῖρας πλήρεις σιδηρῶν γόμφων ὑπὸ τοῖς ἱματίοις, ὁμοίως καὶ κατὰ τοὺς μαστούς.

ὅταν προσήρεισε ταῖς χερσὶ πρὸς τὰ νῶτα τῆς γυναικός, κἄπειτα διὰ τῶν ὀργάνων ἑλκόμενον ἐπέτεινε καὶ προσῆγε πρὸς τοὺς μαστοὺς κατʼ ἐλάχιστον, πᾶσαν ἠνάγκαζε φωνὴν προΐεσθαι τὸν πιεζόμενον.

καὶ πολλοὺς δή τινας τῷ τοιούτῳ τρόπῳ διέφθειρε τῶν ἐξαρνουμένων.