Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

πάντων γοῦν αὐτὴν καταγωνιζομένων, ἐνίοτε καὶ πασῶν τῶν πιθανοτήτων μετὰ τοῦ ψεύδους ταττομένων, οὐκ οἶδʼ ὅπως αὐτὴ διʼ αὑτῆς εἰς τὰς ψυχὰς εἰσδύεται τῶν ἀνθρώπων,

καὶ ποτὲ μὲν παραχρῆμα δείκνυσι τὴν αὑτῆς δύναμιν, ποτὲ δὲ καὶ πολὺν χρόνον ἐπισκοτισθεῖσα, τέλος αὐτὴ διʼ ἑαυτῆς ἐπικρατεῖ καὶ καταγωνίζεται τὸ ψεῦδος, ὡς συνέβη γενέσθαι περὶ τὸν Ἡρακλείδην τὸν παρὰ τοῦ Φιλίππου τοῦ βασιλέως εἰς Ῥόδον ἀφικόμενον. —

ὅτι Δαμοκλῆς ὁ μετὰ Πυθίωνος πεμφθεὶς κατάσκοπος πρὸς Ῥωμαίους ὑπηρετικὸν ἦν σκεῦος εὐφυὲς καὶ πολλὰς ἔχον ἀφορμὰς εἰς πραγμάτων οἰκονομίαν. —

ὁ δὲ τῶν Λακεδαιμονίων τύραννος Νάβις, ἔτος ἤδη τρίτον ἔχων τὴν ἀρχήν, ὁλοσχερὲς μὲν οὐδὲν ἐπεβάλλετο πράττειν οὐδὲ τολμᾶν διὰ τὸ πρόσφατον εἶναι τὴν ὑπὸ τῶν Ἀχαιῶν ἧτταν τοῦ Μαχανίδου,

καταβολὴν δʼ ἐποιεῖτο καὶ θεμέλιον ὑπεβάλλετο πολυχρονίου καὶ βαρείας τυραννίδος.