Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ἐκ τούτων ἄν τις συλλογιζόμενος Ἀριστοτέλει πρόσσχοι μᾶλλον ἢ Τιμαίῳ· καὶ μὴν τὸ συνεχὲς τούτῳ τελέως ἄτοπον·

τὸ γὰρ ὑπολαμβάνειν, καθάπερ ἐκεῖνος ὑποδείκνυσιν, ὡς οὐκ εἰκὸς ἦν τοὺς οἰκέτας τῶν Λακεδαιμονίοις συμμαχησάντων τὴν τῶν κυρίων εὔνοιαν ἀναφέρειν πρὸς τοὺς ἐκείνων φίλους εὔηθες·

οὐ γὰρ μόνον τὰς εὐνοίας, ἀλλὰ καὶ τὰς ξενίας καὶ τὰς συγγενείας τῶν δεσποτῶν οἱ δουλεύσαντες, ὅταν εὐτυχήσωσι παραδόξως καὶ χρόνος ἐπιγένηται, πειρῶνται προσποιεῖσθαι καὶ συνανανεοῦσθαι τῶν κατὰ φύσιν ἀναγκαίων μᾶλλον,

αὐτῷ τούτῳ σπουδάζοντες τὴν προγεγενημένην περὶ αὐτοὺς ἐλάττωσιν καὶ τὴν ἀδοξίαν ἐξαλείφειν, τῷ βούλεσθαι τῶν δεσποτῶν ἀπόγονοι μᾶλλον ἐπιφαί

νειν ἤπερ ἀπελεύθεροι. τοῦτο δὲ μάλιστα περὶ τοὺς Λοκροὺς εἰκός ἐστι γεγονέναι· πολὺ γὰρ ἐκτοπίσαντες ἐκ τῶν συνειδότων καὶ προσλαβόντες συνεργὸν τὸν χρόνον, οὐχ οὕτως ἄφρονες ἦσαν ὥστε ταῦτʼ ἐπιτηδεύειν, διʼ ὧν ἔμελλον ἀνανέωσιν ποιεῖσθαι τῶν ἰδίων ἐλαττωμάτων, ἀλλὰ μὴ τοὐναντίον διʼ ὧν ἐπικαλύψειν ταῦτα.

διὸ καὶ τὴν ὀνομασίαν τῇ πόλει τὴν ἀπὸ τῶν γυναικῶν εἰκότως ἐπέθεσαν καὶ τὴν οἰκειότητα τὴν κατὰ τὰς γυναῖκας προσεποιήθησαν, ἔτι δὲ τὰς φιλίας καὶ τὰς συμμαχίας τὰς προγονικὰς τὰς ἀπὸ τῶν γυναικῶν ἀνενεοῦντο.