Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ὅτι διασύρας ὁ Πολύβιος τὸν Τίμαιον ἐν πολλοῖς αὖθίς φησι· τίς ἂν ἔτι δοίη συγγνώμην ἐπὶ τοῖς τοιούτοις ἁμαρτήμασιν ἄλλως τε καὶ Τιμαίῳ τῷ προσφυομένῳ τοῖς ἄλλοις πρὸς τὰς τοιαύτας παρωνυχίας;

ἐν αἷς Θεοπόμπου μὲν κατηγορεῖ διότι Διονυσίου ποιησαμένου τὴν ἀνακομιδὴν ἐκ Σικελίας εἰς Κόρινθον ἐν μακρᾷ νηί, Θεόπομπός φησιν ἐν στρογγύλῃ παραγενέσθαι τὸν Διονύσιον,

Ἐφόρου δὲ πάλιν ἄγνοιαν καταψεύδεται, φάσκων λέγειν αὐτὸν ὅτι Διονύσιος ὁ πρεσβύτερος παρελάμβανε τὴν ἀρχὴν ἐτῶν εἴκοσι τριῶν ὑπάρχων, δυναστεύσαι δὲ τετταράκοντα καὶ δύο, μεταλλάξαι δὲ τὸν βίον προσλαβὼν τοῖς ἑξήκοντα τρία·

τοῦτο γὰρ οὐδεὶς ἂν εἴπειε δήπου τοῦ συγγραφέως εἶναι τὸ διάπτωμα, τοῦ δὲ γραφέως ὁμολογουμένως·

ἢ γὰρ δεῖ τὸν Ἔφορον ὑπερβεβηκέναι τῇ μωρίᾳ καὶ τὸν Κόροιβον καὶ τὸν Μαργίτην, εἰ μὴ δυνατὸς ἦν συλλογίζεσθαι διότι τὰ τετταράκοντα καὶ δύο προστεθέντα τοῖς εἴκοσι καὶ τρισὶν ἑξήκοντα γίνεται καὶ πέντε·

ἢ τούτου μηδαμῶς ἂν πιστευθέντος ὑπὲρ Ἐφόρου φανερὸν ὅτι τὸ μὲν ἁμάρτημα ἐστι τοῦ γραφέως, τὸ δὲ Τιμαίου φιλεπίτιμον καὶ φιλέγκλημον οὐδεὶς ἂν ἀποδέξαιτο.

καὶ μὴν ἐν τοῖς περὶ Πύρρου πάλιν φησὶ τοὺς Ῥωμαίους ἔτι νῦν ὑπόμνημα ποιουμένους τῆς κατὰ τὸ Ἴλιον ἀπωλείας ἐν ἡμέρᾳ τινὶ κατακοντίζειν ἵππον πολεμιστὴν πρὸ τῆς πόλεως ἐν τῷ Κάμπῳ καλουμένῳ, διὰ τὸ τῆς Τροίας τὴν ἅλωσιν διὰ τὸν ἵππον γενέσθαι τὸν δούριον προσαγορευόμενον, πρᾶγμα πάντων παιδαριωδέστατον·

οὕτω μὲν γὰρ δεήσει πάντας τοὺς βαρβάρους λέγειν Τρώων ἀπογόνους ὑπάρχειν·

σχεδὸν γὰρ πάντες, εἰ δὲ μή γʼ, οἱ πλείους, ὅταν ἢ πολεμεῖν μέλλωσιν ἐξ ἀρχῆς ἢ διακινδυνεύειν πρός τινας ὁλοσχερῶς, ἵππον προθύονται καὶ σφαγιάζονται, σημειούμενοι τὸ μέλλον

ἐκ τῆς τοῦ ζῴου πτώσεως. ὁ δὲ Τίμαιος περὶ τοῦτο τὸ μέρος τῆς ἀλογίας οὐ μόνον ἀπειρίαν, ἔτι δὲ μᾶλλον ὀψιμαθίαν δοκεῖ μοι πολλὴν ἐπιφαίνειν, ὅς γε, διότι θύουσιν ἵππον, εὐθέως ὑπέλαβε τοῦτο ποιεῖν αὐτοὺς διὰ τὸ τὴν Τροίαν ἀφʼ ἵππου δοκεῖν ἑαλωκέναι.

πλὴν ὅτι γε κακῶς ἱστόρηκε καὶ τὰ περὶ τὴν Λιβύην καὶ τὰ περὶ τὴν Σαρδόνα, καὶ μάλιστα τὰ κατὰ τὴν Ἰταλίαν,

ἐκ τούτων ἐστὶ συμφανές, καὶ καθόλου διότι τὸ περὶ τὰς ἀνακρίσεις μέρος ἐπισέσυρται παρʼ αὐτῷ τελέως· ὅπερ ἐστὶ κυριώτατον τῆς ἱστορίας.

ἐπειδὴ γὰρ αἱ μὲν πράξεις ἅμα πολλαχῇ συντελοῦνται, παρεῖναι δὲ τὸν αὐτὸν ἐν πλείοσι τόποις κατὰ τὸν αὐτὸν καιρὸν ἀδύνατον, ὁμοίως γε μὴν οὐδʼ αὐτόπτην γενέσθαι πάντων τῶν κατὰ τὴν οἰκουμένην τόπων καὶ τῶν ἐν τοῖς τόποις ἰδιωμάτων τὸν ἕνα δυνατόν,

καταλείπεται πυνθάνεσθαι μὲν ὡς παρὰ πλείστων, πιστεύειν δὲ τοῖς ἀξίοις πίστεως, κριτὴν δʼ εἶναι τῶν προσπιπτόντων μὴ κακόν.