Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

διὰ τὸ πολλὰ τῶν κατὰ Λιβύην ἐθνῶν τοῖς μὲν ἡμέροις μὴ χρῆσθαι καρποῖς, ἀπὸ δὲ τῶν θρεμμάτων καὶ σὺν τοῖς θρέμμασιν ἔχειν τὸν βίον.

καὶ μὴν τὸ τῶν ἐλεφάντων καὶ λεόντων καὶ παρδάλεων πλῆθος καὶ τὴν ἀλκήν, ἔτι δὲ βουβάλων κάλλος καὶ στρουθῶν μεγέθη, τίς οὐχ ἱστόρησεν; ὧν κατὰ μὲν τὴν Εὐρώπην τὸ παράπαν οὐδέν ἐστιν, ἡ δὲ Λιβύη πλήρης ἐστὶ τῶν προειρημένων.

περὶ ὧν οὐδὲν ἱστορήσας Τίμαιος ὥσπερ ἐπίτηδες τἀναντία τοῖς κατʼ ἀλήθειαν ὑπάρχουσιν ἐξηγεῖται.

καθάπερ δὲ καὶ περὶ τῶν κατὰ Λιβύην ἀπεσχεδίακεν, οὕτως καὶ περὶ τῶν κατὰ τὴν νῆσον τὴν προσαγορευομένην Κύρνον.

καὶ γὰρ ὑπὲρ ἐκείνης μνημονεύων ἐν τῇ δευτέρᾳ βύβλῳ φησὶν αἶγας ἀγρίας καὶ πρόβατα καὶ βοῦς ἀγρίους ὑπάρχειν ἐν αὐτῇ πολλούς, ἔτι δʼ ἐλάφους καὶ λαγὼς καὶ λύκους καί τινα τῶν ἄλλων ζῴων, καὶ τοὺς ἀνθρώπους περὶ ταῦτα διατρίβειν κυνηγετοῦντας καὶ τὴν ὅλην τοῦ βίου διαγωγὴν ἐν τούτοις ἔχειν.

κατὰ δὲ τὴν προειρημένην νῆσον οὐχ οἷον αἲξ ἄγριος ἢ βοῦς, ἀλλʼ οὐδὲ λαγὼς οὐδὲ λύκος οὐδʼ ἔλαφος οὐδʼ ἄλλο τῶν τοιούτων ζῴων οὐδέν ἐστι, πλὴν ἀλωπέκων καὶ κυνίκλων καὶ προβάτων ἀγρίων.

ὁ δὲ κύνικλος πόρρωθεν μὲν ὁρώμενος εἶναι δοκεῖ λαγὼς μικρός, ὅταν δʼ εἰς τὰς χεῖρας λάβῃ τις, μεγάλην ἔχει διαφορὰν καὶ κατὰ τὴν ἐπιφάνειαν καὶ κατὰ τὴν βρῶσιν· γίνεται δὲ τὸ

πλεῖον μέρος κατὰ γῆς. δοκεῖ γε μὴν πάντʼ εἶναι τὰ ζῷα κατὰ τὴν νῆσον ἄγρια διὰ τοιαύτην αἰτίαν.

οὐ δύνανται κατὰ τὰς νομὰς συνακολουθεῖν οἱ ποιμαίνοντες τοῖς θρέμμασι διὰ τὸ σύνδενδρον καὶ κρημνώδη καὶ τραχεῖαν εἶναι τὴν νῆσον· ἀλλʼ ὅταν βούλωνται συναθροῖσαι, κατὰ τοὺς εὐκαίρους τόπους ἐφιστάμενοι τῇ σάλπιγγι συγκαλοῦσι τὰ ζῷα, καὶ πάντα πρὸς τὴν ἰδίαν ἀδιαπτώτως συντρέχει σάλπιγγα.

λοιπὸν ὅταν τινὲς προσπλεύσαντες πρὸς τὴν νῆσον αἶγας ἢ βοῦς θεάσωνται νεμομένας ἐρήμους, κἄπειτα βουληθῶσι καταλαβεῖν, οὐ προσίεται τὰ ζῷα διὰ τὴν ἀσυνήθειαν, ἀλλὰ φεύγει.

ὅταν δὲ καὶ συνιδὼν ὁ ποιμὴν τοὺς ἀποβαίνοντας σαλπίσῃ, προτροπάδην ἅμα φέρεται καὶ συντρέχει πρὸς τὴν σάλπιγγα. διὸ φαντασίαν ἀγρίων ποιεῖ· ὑπὲρ ὧν Τίμαιος κακῶς καὶ παρέργως ἱστορήσας ἐσχεδίασε.

τὸ δὲ τῇ σάλπιγγι πειθαρχεῖν οὐκ ἔστι θαυμάσιον· καὶ γὰρ κατὰ τὴν Ἰταλίαν οἱ τὰς ὗς τρέφοντες οὕτω χειρίζουσι τὰ κατὰ τὰς νομάς.

οὐ γὰρ ἕπονται κατὰ πόδας οἱ συοφορβοὶ τοῖς θρέμμασιν, ὥσπερ παρὰ τοῖς Ἕλλησιν, ἀλλὰ προηγοῦνται φωνοῦντες τῇ βυκάνῃ κατὰ διάστημα, τὰ δὲ θρέμματα κατόπιν ἀκολουθεῖ καὶ συντρέχει πρὸς τὴν φωνήν,

καὶ τηλικαύτη γίνεται συνήθεια τοῖς ζῴοις πρὸς τὴν ἰδίαν βυκάνην ὥστε θαυμάζειν καὶ δυσπαραδέκτως ἔχειν τοὺς πρώτους ἀκούσαντας.

διὰ γὰρ τὴν πολυχειρίαν καὶ τὴν λοιπὴν χορηγίαν μεγάλα συμβαίνει τὰ συβόσια κατὰ τὴν Ἰταλίαν ὑπάρχειν, καὶ μάλιστα [τὴν παλαίαν], παρά τε τοῖς Τυρρηνικοῖς καὶ Γαλάταις, ὥστε τὴν μίαν τοκάδα χιλίους ἐκτρέφειν ὗς, ποτὲ δὲ καὶ πλείους.

διὸ καὶ κατὰ γένη ποιοῦνται καὶ καθʼ ἡλικίαν τὰς ἐκ τῶν νυκτερευμάτων ἐξαγωγάς.