Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

καὶ χωρὶς τῆς ἰδίας ἀστοχίας καὶ τοῖς νέοις τοιοῦτον ἐντετόκασι ζῆλον, ὥστε τῶν μὲν ἠθικῶν καὶ πραγματικῶν λόγων μηδὲ τὴν τυχοῦσαν ἐπίνοιαν ποιεῖσθαι συμβαίνει, διʼ ὧν ὄνησις τοῖς φιλοσοφοῦσι, περὶ δὲ τὰς ἀνωφελεῖς καὶ παραδόξους εὑρεσιλογίας κενοδοξοῦντες κατατρίβουσι τοὺς βίους.

τὸ δʼ αὐτὸ καὶ Τιμαίῳ συμβέβηκε περὶ τὴν ἱστορίαν καὶ τοῖς τούτου ζηλωταῖς· παραδοξολόγος γὰρ ὢν καὶ φιλόνεικος περὶ τὸ προτεθὲν τοὺς μὲν πολλοὺς καταπέπληκται τοῖς λόγοις, ἠνάγκακε δʼ αὑτῷ προσέχειν διὰ τὴν ἐπίφασιν τῆς ἀληθινολογίας, τινὰς δὲ καὶ προσκέκληται καὶ μετʼ ἀποδείξεως δοκεῖ πείσειν.

καὶ μάλιστα ταύτην γʼ ἐνείργασται τὴν δόξαν ἐκ τῶν περὶ τὰς ἀποικίας καὶ κτίσεις καὶ συγγενείας ἀποφάσεων·

ἐν γὰρ τούτοις τηλικαύτην ἐπίφασιν ποιεῖ διὰ τῆς ἀκριβολογίας καὶ τῆς πικρίας τῆς ἐπὶ τῶν ἐλέγχων, οἷς χρῆται κατὰ τῶν πέλας, ὥστε δοκεῖν τοὺς ἄλλους συγγραφέας ἅπαντας συγκεκοιμῆσθαι τοῖς πράγμασι καὶ κατεσχεδιακέναι τῆς οἰκουμένης, αὐτὸν δὲ μόνον ἐξητακέναι τὴν ἀκρίβειαν καὶ διευκρινηκέναι τὰς ἐν ἑκάστοις ἱστορίας, ἐν οἷς πολλὰ μὲν ὑγιῶς λέγεται, πολλὰ δὲ καὶ ψευδῶς.

οὐ μὴν ἀλλʼ οἱ πλείω χρόνον συντραφέντες αὐτοῦ τοῖς πρώτοις ὑπομνήμασιν, ἐν οἷς αἱ περὶ τῶν προειρημένων εἰσὶ συντάξεις, ὅταν ἅπασαν συνταξαμένῳ τὴν ὑπερβολὴν τῆς ἐπαγγελίας ἀποπιστεύσωσι, κἄπειτά τις αὐτοῖς ἀποδεικνύῃ τὸν Τίμαιον, ἐν οἷς πικρότατός ἐστι κατὰ τῶν πέλας, αὐτὸν ἔνοχον ὄντα, καθάπερ ἡμεῖς ἀρτίως ἐπὶ τῶν Λοκρῶν καὶ τῶν ἑξῆς παραπαίοντα συνεστήσαμεν,

δυσέριδες γίνονται καὶ φιλόνεικοι καὶ δυσμετάθετοι, καὶ σχεδὸν ὡς ἔπος εἰπεῖν οἱ φιλοπονώτατα προσεδρεύσαντες τοῖς ὑπομνήμασιν αὐτοῦ τοῦτʼ ἀποφέρονται τὸ λυσιτελὲς ἐκ τῆς ἀναγνώσεως.

οἵ γε μὴν ταῖς δημηγορίαις προσσχόντες αὐτοῦ καὶ καθόλου τοῖς διεξοδικοῖς λόγοις μειρακιώδεις καὶ διατριβικοὶ καὶ τελέως ἀναλήθεις γίνονται διὰ τὰς ἄρτι ῥηθείσας αἰτίας.

λοιπὸν δὲ τὸ πραγματικὸν αὐτῷ μέρος τῆς ἱστορίας ἐκ πάντων σύγκειται τῶν ἁμαρτημάτων, ὧν τὰ πλεῖστα διεληλύθαμεν·

τὴν δʼ αἰτίαν τῆς ἁμαρτίας νῦν ἐροῦμεν, ἥτις οὐκ ἔνδοξος μὲν φανεῖται τοῖς πλείστοις, ἀληθινωτάτη δʼ εὑρεθήσεται τῶν Τιμαίου κατηγορημάτων.

δοκεῖ μὲν γὰρ καὶ τὴν ἐμπειρικὴν περὶ ἕκαστα δύναμιν καὶ τὴν ἐπὶ τῆς πολυπραγμοσύνης ἕξιν παρεσκευάσθαι καὶ συλλήβδην φιλοπόνως προσεληλυθέναι πρὸς τὸ γράφειν τὴν ἱστορίαν,

ἐν ἐνίοις δʼ οὐδεὶς οὔτʼ ἀπειρότερος οὔτʼ ἀφιλοπονώτερος φαίνεται γεγονέναι τῶν ἐπʼ ὀνόματος συγγραφέων. δῆλον δʼ ἔσται τὸ λεγόμενον ἐκ τούτων.