Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

καὶ γὰρ τῆς Λιβύης ἁπάσης συνεχῶς οἰκουμένης καὶ πληθυούσης ἀνθρώπων, ὅμως ἐν ταῖς παροιμίαις, ὅταν περὶ ἐρημίας ἔμφασιν βουλώμεθα ποιῆσαι, λέγειν ἡμᾶς "3ἐρημότερα τῆς Λιβύησ"3, οὐκ ἐπὶ τὴν ἐρημίαν φέροντας τὸν λόγον, ἀλλʼ ἐπὶ τὴν ἀνανδρίαν τῶν κατοικούντων.

καθόλου δέ, φησί, τίς ἂν φοβηθείη τοὺς ἄνδρας, οἵτινες τῆς φύσεως τοῦτο τοῖς ἀνθρώποις δεδωκυίας ἴδιον παρὰ τὰ λοιπὰ τῶν ζῴων, λέγω δὲ τὰς χεῖρας, ταύτας παρʼ ὅλον τὸν βίον ἐντὸς τῶν χιτώνων ἔχοντες ἀπράκτους περιφέρουσι;

τὸ δὲ μέγιστον ὅτι καὶ ὑπὸ τοῖς χιτωνίσκοις, φησί, περιζώματα φοροῦσιν, ἵνα μηδʼ ὅταν ἀποθάνωσιν ἐν ταῖς μάχαις φανεροὶ γένωνται τοῖς ὑπεναντίοις ---

ὅτι Γέλωνος ἐπαγγελλομένου τοῖς Ἕλλησι δισμυρίοις πεζοῖς, διακοσίαις δὲ ναυσὶ καταφράκτοις βοηθήσειν, ἐὰν αὐτῷ τῆς ἡγεμονίας ἢ τῆς κατὰ γῆν ἢ τῆς κατὰ θάλατταν παραχωρήσωσι, φασὶ τοὺς προκαθημένους ἐν Κορίνθῳ τῶν Ἑλλήνων πραγματικώτατον ἀπόκριμα δοῦναι τοῖς παρὰ τοῦ Γέλωνος πρεσβευταῖς·