Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ᾗ καὶ τοιαύτας ᾤοντο δεῖν ἐν τοῖς ὑπομνήμασιν ὑπάρχειν ἐμφάσεις οἱ πρὸ ἡμῶν ὥσθʼ, ὅτε μὲν ὑπὲρ πολιτικῶν ὁ λόγος εἴη πραγμάτων, ἐπιφθέγγεσθαι διότι κατʼ ἀνάγκην ὁ γράφων πεπολίτευται καὶ πεῖραν ἔσχηκε τῶν ἐν τούτῳ τῷ μέρει συμβαινόντων, ὅτε δὲ περὶ πολεμικῶν, ὅτι πάλιν ἐστράτευκε καὶ κεκινδύνευκε, καὶ μὴν ὅτε περὶ βιωτικῶν, ὅτι τέτραφε τέκνα καὶ μετὰ γυναικὸς ἔζηκε. τὸ δὲ παραπλήσιον καὶ περὶ τῶν ἄλλων τοῦ βίου μερῶν·

ὃ παρὰ μόνοις εἰκὸς εὑρίσκεσθαι τῶν συγγραφέων τοῖς διʼ αὐτῶν πεπορευμένοις τῶν πραγμάτων καὶ τοῦτο τὸ μέρος περιπεποιημένοις τῆς ἱστορίας. πάντων μὲν οὖν οἷον αὐτουργὸν γενέσθαι καὶ δράστην δυσχερὲς ἴσως, τῶν μέντοι μεγίστων καὶ κοινοτάτων ἀναγκαῖον.

ὅτι δὲ τὸ λεγόμενον οὐκ ἀδύνατον, ἱκανὸν ὑπόδειγμα πρὸς πίστιν ὁ ποιητής, παρʼ ᾧ πολὺ τὸ τῆς τοιαύτης ἐμφάσεως ἴδοι τις ἂν ὑπάρχον.

ἐξ ὧν πᾶς ἂν εἰκότως συγκατάθοιτο τρίτον εἶναι μέρος τῆς ἱστορίας καὶ τρίτην ἔχειν τάξιν τὴν ἐκ τῶν ὑπομνημάτων πολυπραγμοσύνην.