Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

τό γε μὴν ἀπʼ αὐτῆς ταύτης τῆς δυνάμεως ὁρμηθέντα πεπεῖσθαι γράφειν τὰς ἐπιγινομένας πράξεις καλῶς, ὃ πέπεισται Τίμαιος, τελέως εὔηθες καὶ παραπλήσιον ὡς ἂν εἴ τις τὰ τῶν ἀρχαίων ζωγράφων ἔργα θεασάμενος ἱκανὸς οἴοιτο ζωγράφος εἶναι καὶ προστάτης τῆς τέχνης.

δῆλον δʼ ἔσται τὸ λεγόμενον ἔτι μᾶλλον ἐκ τῶν ἐπιφερομένων, οἷον εὐθέως ἐκ τῶν συμβεβηκότων Ἐφόρῳ κατὰ τόπους τινὰς τῆς ἱστορίας. ἐκεῖνος γὰρ ἐν τοῖς πολεμικοῖς τῶν μὲν κατὰ θάλατταν ἔργων ἐπὶ ποσὸν ὑπόνοιαν ἐσχηκέναι μοι δοκεῖ, τῶν δὲ κατὰ γῆν ἀγώνων ἄπειρος εἶναι τελέως.

τοιγαροῦν ὅταν μὲν πρὸς τὰς περὶ Κύπρον ναυμαχίας καὶ τὰς περὶ Κνίδον ἀτενίσῃ τις, αἷς ἐχρήσανθʼ οἱ βασιλέως στρατηγοὶ πρὸς Εὐαγόραν τὸν Σαλαμίνιον καὶ πάλιν πρὸς Λακεδαιμονίους θαυμάζειν τὸν συγγραφέα καὶ κατὰ τὴν δύναμιν καὶ κατὰ τὴν ἐμπειρίαν εἰκὸς καὶ πολλὰ τῶν χρησίμων ἀπενέγκασθαι πρὸς τὰς ὁμοίας περιστάσεις·

ὅταν δὲ τὴν περὶ Λεῦκτρα μάχην ἐξηγῆται Θηβαίων καὶ Λακεδαιμονίων ἢ τὴν ἐν Μαντινείᾳ πάλιν τῶν αὐτῶν τούτων, ἐν ᾗ καὶ μετήλλαξε τὸν βίον Ἐπαμινώνδας, ἐν τούτοις ἐὰν ἐπὶ τὰ κατὰ μέρος ἐπιστήσας τις θεωρῇ τὰς ἐκτάξεις καὶ μετατάξεις τὰς κατʼ αὐτοὺς τοὺς κινδύνους, γελοῖος φαίνεται καὶ παντελῶς ἄπειρος καὶ ἀόρατος τῶν τοιούτων ὤν.