Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ἐξ ὧν τὸ στάδιον ὀκτακοσίους λαμβάνει, τὰ δὲ δέκα τοὺς ὀκτακισχιλίους, τὰ δὲ τέτταρα τρισχιλίους διακοσίους, ὥστʼ ἀπὸ τῶν μυρίων χιλίων διακοσίων πεπληρῶσθαι τὸν τῶν τετταρεσκαίδεκα σταδίων τόπον.

ἐὰν δὲ πάντας ἐκτάττῃ τοὺς τρισμυρίους, βραχὺ λείπει τοῦ τριφαλαγγίαν ἐπάλληλον εἶναι τῶν ἱππέων αὐτῶν.

εἰς ποῖον οὖν τόπον ἐτάττετο τὸ τῶν μισθοφόρων πλῆθος; εἰ μὴ νὴ Δία κατόπιν τῶν ἱππέων. ἀλλʼ οὔ φησιν, ἀλλὰ συμπεπτωκέναι τούτους τοῖς Μακεδόσι κατὰ τὴν ἐπαγωγήν.

ἐξ ὧν ἀνάγκη ποιεῖσθαι τὴν ἐκδοχὴν διότι τὸ μὲν ἥμισυ τοῦ τόπου τὸ παρὰ θάλατταν ἡ τῶν ἱππέων ἐπεῖχε τάξις, τὸ δʼ ἥμισυ τὸ πρὸς τοῖς ὄρεσιν ἡ τῶν μισθοφόρων.

ἐκ δὲ τούτων εὐσυλλόγιστον πόσον ὑπῆρχε τὸ βάθος τῶν ἱππέων καὶ ποῖον ἔδει τόπον ἀπέχειν τὸν ποταμὸν ἀπὸ τῆς στρατοπεδείας.

μετὰ δὲ ταῦτα συνεγγιζόντων τῶν πολεμίων φησὶ τὸν Δαρεῖον αὐτόν, κατὰ μέσην ὑπάρχοντα τὴν τάξιν, καλεῖν τοὺς μισθοφόρους ἀπὸ τοῦ κέρατος πρὸς αὑτόν.

πῶς δὲ λέγεται τοῦτο, διαπορεῖν ἔστι· τῶν γὰρ μισθοφόρων ἀνάγκη καὶ τῶν ἱππέων τὴν συναφὴν κατὰ μέσον ὑπάρχειν τὸν τόπον, ὥστʼ ἐν αὐτοῖς ὢν τοῖς μισθοφόροις ὁ Δαρεῖος ποῦ καὶ πρὸς τί καὶ πῶς ἐκάλει τοὺς μισθοφόρους;

τὸ δὲ τελευταῖόν φησι τοὺς ἀπὸ τοῦ δεξιοῦ κέρατος ἱππεῖς ἐπαγαγόντας ἐμβαλεῖν τοῖς περὶ τὸν Ἀλέξανδρον, τοὺς δὲ γενναίως δεξαμένους ἀντεπάγειν καὶ ποιεῖν μάχην ἰσχυράν.

ὅτι δὲ ποταμὸς ἦν ἐν μέσῳ, καὶ ποταμὸς οἷον ἀρτίως εἶπεν, ἐπελάθετο.