Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ταύτην δὲ τὴν λοιδορίαν καὶ τὰς ἐμφάσεις οὐχ οἷον ἄν τις διέθετο πεπαιδευμένος ἀνήρ, ἀλλʼ οὐδὲ τῶν ἀπὸ τέγους ἀπὸ τοῦ σώματος εἰργασμένων οὐδείς.

ὁ δʼ ἵνα πιστὸς φανῇ κατὰ τὴν αἰσχρολογίαν καὶ τὴν ὅλην ἀναισχυντίαν, καὶ προσκατέψευσται τἀνδρός, κωμικόν τινα μάρτυρα προσεπισπασάμενος ἀνώνυμον.

πόθεν δʼ ἐγὼ καταστοχάζομαι τοῦτο; πρῶτον μὲν ἐκ τοῦ καὶ πεφυκέναι καὶ τεθράφθαι καλῶς Δημοχάρην, ἀδελφιδοῦν ὄντα Δημοσθένους,

δεύτερον ἐκ τοῦ μὴ μόνον στρατηγίας αὐτὸν ἠξιῶσθαι παρʼ Ἀθηναίοις, ἀλλὰ καὶ τῶν ἄλλων τιμῶν, ὧν οὐδὲν ἂν αὐτῷ συνεξέδραμε τοιαύταις ἀτυχίαις παλαίοντι.

διὸ καὶ δοκεῖ μοι Τίμαιος οὐχ οὕτως Δημοχάρους κατηγορεῖν ὡς Ἀθηναίων, εἰ τοιοῦτον ἄνδρα προῆγον καὶ τοιούτῳ τὴν πατρίδα καὶ τοὺς ἰδίους βίους ἐνεχείριζον.

ἀλλʼ οὐκ ἔστι τούτων οὐδέν. οὐ γὰρ ἂν Ἀρχέδικος ὁ κωμῳδιογράφος ἔλεγε ταῦτα μόνος περὶ Δημοχάρους,

ὡς Τίμαιός φησιν, ἀλλὰ πολλοὶ μὲν ἂν τῶν Ἀντιπάτρου φίλων, καθʼ οὗ πεπαρρησίασται πολλὰ καὶ δυνάμενα λυπεῖν οὐ μόνον αὐτὸν Ἀντίπατρον, ἀλλὰ καὶ τοὺς ἐκείνου διαδόχους καὶ φίλους γεγονότας, πολλοὶ δὲ τῶν ἀντιπεπολιτευμένων, ὧν ἦν καὶ Δημήτριος ὁ Φαληρεύς.