Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

λοιπὸν ὅτι πάσῃ τῇ δυνάμει τὴν ὁρμὴν ἐπὶ τοὺς κατὰ τὴν Ἑλλάδα τόπους ποιήσονται, λόγῳ μὲν Αἰτωλοῖς βοηθήσοντες κατὰ Φιλίππου, τῇ δʼ ἀληθείᾳ πᾶσαν ὑφʼ ἑαυτοὺς ποιησόμενοι, καὶ λίαν ὑπολαμβάνω τοῦτʼ εἶναι καταφανές.

ἐάν τε καλῶς προθῶνται ποιεῖν Ῥωμαῖοι κυριεύσαντες, ἐκείνων ἔσεσθαι καὶ τὴν χάριν καὶ τὴν ἐπιγραφήν, ἐάν τε κακῶς, τῶν αὐτῶν ὑπάρξειν καὶ τὰς ὠφελείας ἐκ τῶν ἀπολλυμένων καὶ τὴν ἐξουσίαν

τῶν σῳζομένων. ὑμεῖς δὲ τότε τοὺς θεοὺς ἐπικαλέσεσθε μάρτυρας, ὅταν μήτε τῶν θεῶν βούληται μήτε τῶν ἀνθρώπων ἔτι δύνηται βοηθεῖν ὑμῖν μηδείς.

ἴσως μὲν οὖν ἐξ ἀρχῆς ἔδει πάντα προορᾶσθαι·

τοῦτο γὰρ ἦν ὑμῖν πρέπον·

ἐπειδὴ δὲ πολλὰ διαφεύγει τῶν μελλόντων τὴν ἀνθρωπίνην πρόνοιαν, νῦν γε δέον ἂν εἴη, διὰ τούτων τῶν πραγμάτων συνεωρακότας τὸ συμβαῖνον, βέλτιον βουλεύεσθαι περὶ τοῦ μέλλοντος.

οὐ μὴν ἀλλʼ ἡμεῖς γε κατὰ τὸ παρὸν οὐδὲν ἀπολελοίπαμεν τῶν ἁρμοζόντων ἢ λέγειν ἢ πράττειν τοῖς ἀληθινοῖς φίλοις, καὶ περὶ τοῦ μέλλοντος τὸ δοκοῦν μετὰ παρρησίας εἰρήκαμεν·

ὑμᾶς δʼ ἀξιοῦμεν καὶ παρακαλοῦμεν μήθʼ αὑτοῖς φθονῆσαι μήτε τοῖς ἄλλοις Ἕλλησι τῆς ἐλευθερίας καὶ τῆς σωτηρίας."