Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

τὸν αὐτὸν τρόπον [καὶ] ὁ πόλεμος ὑπό τινων ὅταν ἅπαξ ἐκκαυθῇ, τοτὲ μὲν αὐτοὺς τούτους πρώτους ἀπόλλυσι, ποτὲ δὲ φέρεται φθείρων ἀδίκως πᾶν τὸ παραπεσόν, αἰεὶ καινοποιούμενος καὶ προσφυσώμενος, ὥσπερ ὑπʼ ἀνέμων, ὑπὸ τῆς τῶν πλησιαζόντων ἀγνοίας.

διόπερ, ὦ ἄνδρες Αἰτωλοί, νομίσαντες καὶ τοὺς νησιώτας πανδημεὶ καὶ τοὺς τὴν Ἀσίαν κατοικοῦντας Ἕλληνας παρόντας ὑμῶν δεῖσθαι τὸν μὲν πόλεμον ἆραι, τὴν δʼ εἰρήνην ἑλέσθαι, διὰ τὸ καὶ πρὸς σφᾶς ἀνήκειν τὰ γινόμενα, σωφρονήσαντες ἐντράπητε καὶ πείσθητε τοῖς παρακαλουμένοις.

καὶ γὰρ εἰ κατά τινα τύχην ἐπολεμεῖτε πόλεμον ἀλυσιτελῆ μέν, ἐπειδὴ παντὶ πολέμῳ τοῦτο παρέπεται κατὰ τὸ πλεῖστον, ἔνδοξον δὲ καὶ κατὰ τὴν ἐξ ἀρχῆς ὑπόθεσιν καὶ κατὰ τὴν τῶν ἀποβαινόντων ἐπιγραφήν, ἴσως ἄν τις ὑμῖν ἔσχε συγγνώμην, φιλοτίμως διακειμένοις.

εἰ δὲ πάντων αἴσχιστον καὶ πολλῆς ἀδοξίας πλήρη καὶ βλασφημίας, ἆρʼ οὐ μεγάλης προσδεῖται τὰ πράγματʼ ἐπιστάσεως;

ῥηθήσεται γὰρ τὸ δοκοῦν μετὰ παρρησίας· ὑμεῖς δʼ, ἂν εὖ φρονῆτε, μεθʼ ἡσυχίας ἀνέξεσθε.

πολλῷ γάρ ἐστιν ἄμεινον ὀνειδισθέντας ἐν καιρῷ σωθῆναι μᾶλλον ἢ πρὸς χάριν ἀκούσαντας μετʼ ὀλίγον ἀπολέσθαι μὲν αὐτούς, ἀπολέσαι δὲ καὶ τοὺς λοιποὺς Ἕλληνας.

λάβετε τοίνυν πρὸ ὀφθαλμῶν τὴν αὑτῶν ἄγνοιαν. φατὲ μὲν γὰρ πολεμεῖν ὑπὲρ τῶν Ἑλλήνων πρὸς Φίλιππον, ἵνα σῳζόμενοι μὴ ποιῶσι τούτῳ τὸ προσταττόμενον, πολεμεῖτε δʼ ἐπʼ ἐξανδραποδισμῷ καὶ καταφθορᾷ τῆς Ἑλλάδος.

ταῦτα γὰρ αἱ συνθῆκαι λέγουσιν ὑμῶν αἱ πρὸς Ῥωμαίους, αἳ πρότερον μὲν ἐν τοῖς γράμμασιν ὑπῆρχον, νῦν δʼ ἐν τοῖς πράγμασι θεωροῦνται γινόμεναι.

καὶ τότε μὲν αὐτὰ τὰ γράμματα τὴν αἰσχύνην ὑμῖν ἐπέφερε, νῦν δὲ διὰ τῶν ἔργων ὑπὸ τὴν ὄψιν τοῦτο γίνεται πᾶσι καταφανές.

λοιπὸν ὁ μὲν Φίλιππος ὄνομα γίνεται καὶ πρόσχημα τοῦ πολέμου· πάσχει γὰρ οὐδὲν δεινόν· τούτῳ δὲ συμμάχων ὑπαρχόντων Πελοποννησίων τῶν πλείστων, Βοιωτῶν, Εὐβοέων, Φωκέων, Λοκρῶν, Θετταλῶν, Ἠπειρωτῶν, κατὰ τούτων πεποίησθε

τὰς συνθήκας ἐφʼ ᾧ τὰ μὲν σώματα καὶ τἄπιπλα Ῥωμαίων ὑπάρχειν, τὰς δὲ πόλεις καὶ τὴν χώραν Αἰτωλῶν.