Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

"ὅτι μὲν οὔτε Πτολεμαῖος ὁ βασιλεὺς οὔθʼ ἡ τῶν Ῥοδίων πόλις οὔθʼ ἡ τῶν Βυζαντίων καὶ Χίων καὶ Μυτιληναίων ἐν παρέργῳ τίθενται τὰς ὑμετέρας, ὦ ἄνδρες Αἰτωλοί, διαλύσεις, ἐξ αὐτῶν τῶν πραγμάτων ὑπολαμβάνω τοῦτʼ εἶναι συμφανές.

οὐ γὰρ νῦν πρῶτον οὐδὲ δεύτερον ποιούμεθα πρὸς ὑμᾶς τοὺς ὑπὲρ τῆς εἰρήνης λόγους, ἀλλʼ ἐξ ὅτου τὸν πόλεμον ἐνεστήσασθε, προσεδρεύοντες καὶ πάντα καιρὸν θεραπεύοντες οὐ διαλείπομεν ὑπὲρ τούτων ποιούμενοι πρὸς ὑμᾶς μνήμην,

κατὰ μὲν τὸ παρὸν τῆς ὑμετέρας καὶ Μακεδόνων στοχαζόμενοι καταφθορᾶς, πρὸς δὲ τὸ μέλλον καὶ περὶ τῶν σφετέρων πατρίδων καὶ περὶ τῶν ἄλλων Ἑλλήνων προνοούμενοι.

καθάπερ γὰρ ἐπὶ τοῦ πυρός, ὅταν ὑφάψῃ τις ἅπαξ τὴν ὕλην, οὐκέτι τὸ λοιπὸν ἐπὶ τῇ τούτου προαιρέσει γίνεται τὸ συμβαῖνον, ἀλλʼ ᾗ ποτʼ ἂν τύχῃ λαμβάνει τὴν νομήν, τὸ πλεῖον τοῖς ἀνέμοις κυβερνώμενον καὶ τῇ τῆς ὑποκειμένης ὕλης διαφθορᾷ, καὶ πολλάκις ἐπʼ αὐτὸν τὸν ἐμπρήσαντα πρῶτον ὥρμησε παραλόγως,

τὸν αὐτὸν τρόπον [καὶ] ὁ πόλεμος ὑπό τινων ὅταν ἅπαξ ἐκκαυθῇ, τοτὲ μὲν αὐτοὺς τούτους πρώτους ἀπόλλυσι, ποτὲ δὲ φέρεται φθείρων ἀδίκως πᾶν τὸ παραπεσόν, αἰεὶ καινοποιούμενος καὶ προσφυσώμενος, ὥσπερ ὑπʼ ἀνέμων, ὑπὸ τῆς τῶν πλησιαζόντων ἀγνοίας.

διόπερ, ὦ ἄνδρες Αἰτωλοί, νομίσαντες καὶ τοὺς νησιώτας πανδημεὶ καὶ τοὺς τὴν Ἀσίαν κατοικοῦντας Ἕλληνας παρόντας ὑμῶν δεῖσθαι τὸν μὲν πόλεμον ἆραι, τὴν δʼ εἰρήνην ἑλέσθαι, διὰ τὸ καὶ πρὸς σφᾶς ἀνήκειν τὰ γινόμενα, σωφρονήσαντες ἐντράπητε καὶ πείσθητε τοῖς παρακαλουμένοις.

καὶ γὰρ εἰ κατά τινα τύχην ἐπολεμεῖτε πόλεμον ἀλυσιτελῆ μέν, ἐπειδὴ παντὶ πολέμῳ τοῦτο παρέπεται κατὰ τὸ πλεῖστον, ἔνδοξον δὲ καὶ κατὰ τὴν ἐξ ἀρχῆς ὑπόθεσιν καὶ κατὰ τὴν τῶν ἀποβαινόντων ἐπιγραφήν, ἴσως ἄν τις ὑμῖν ἔσχε συγγνώμην, φιλοτίμως διακειμένοις.

εἰ δὲ πάντων αἴσχιστον καὶ πολλῆς ἀδοξίας πλήρη καὶ βλασφημίας, ἆρʼ οὐ μεγάλης προσδεῖται τὰ πράγματʼ ἐπιστάσεως;

ῥηθήσεται γὰρ τὸ δοκοῦν μετὰ παρρησίας· ὑμεῖς δʼ, ἂν εὖ φρονῆτε, μεθʼ ἡσυχίας ἀνέξεσθε.

πολλῷ γάρ ἐστιν ἄμεινον ὀνειδισθέντας ἐν καιρῷ σωθῆναι μᾶλλον ἢ πρὸς χάριν ἀκούσαντας μετʼ ὀλίγον ἀπολέσθαι μὲν αὐτούς, ἀπολέσαι δὲ καὶ τοὺς λοιποὺς Ἕλληνας.