Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

κατὰ δὲ τὸν καιρὸν τοῦτον καὶ Γάιος Λαίλιος, ἔχων τοὺς ἱππεῖς, προῆγε διὰ τῶν λόφων τῶν ἀπὸ τῆς παρεμβολῆς ἐπὶ τὸν αὐλῶνα κατατεινόντων, καὶ προσέβαλλε τοῖς τῶν Ἰβήρων ἱππεῦσι κατὰ νώτου, καὶ συνεῖχε τούτους ἐν τῇ πρὸς αὑτὸν μάχῃ. λοιπὸν οἱ μὲν πεζοὶ τῶν ὑπεναντίων,

ἐρημωθέντες τῆς τῶν ἱππέων χρείας, οἷς πιστεύσαντες εἰς τὸν αὐλῶνα κατέβησαν, ἐπιεζοῦντο καὶ κατεβαροῦντο τῇ μάχῃ, οἱ δʼ ἱππεῖς τὸ παραπλήσιον ἔπασχον·

ἀπειλημμένοι γὰρ ἐν στενῷ καὶ δυσχρηστούμενοι πλείους ὑφʼ αὑτῶν ἢ τῶν πολεμίων διεφθείροντο, τῶν μὲν ἰδίων πεζῶν ἐκ πλαγίου προσκειμένων αὐτοῖς, τῶν δὲ πολεμίων τῶν πεζῶν κατὰ πρόσωπον, τῶν δʼ ἱππέων κατὰ νώτου περιεστώτων.

τοιαύτης δὲ γενομένης τῆς μάχης οἱ μὲν εἰς τὸν αὐλῶνα καταβάντες σχεδὸν ἅπαντες διεφθάρησαν, οἱ δʼ ἐν τῇ παρωρείᾳ διέφυγον.

οὗτοι δʼ ἦσαν εὔζωνοι, τρίτον δὲ μέρος τῆς ἁπάσης δυνάμεως, μεθʼ ὧν καὶ τὸν Ἀνδοβάλην συνέβη διασωθέντα φυγεῖν εἴς τι χωρίον ὀχυρόν. —

Πόπλιος δέ,

συντέλειαν ἐπιτεθεικὼς τοῖς κατὰ τὴν Ἰβηρίαν ἔργοις, παρῆν εἰς τὸν Ταρράκωνα μετὰ μεγίστης χαρᾶς, κάλλιστον θρίαμβον καὶ καλλίστην νίκην τῇ πατρίδι κατάγων.

σπεύδων δὲ μὴ καθυστερεῖν τῆς ἐν τῇ Ῥώμῃ καταστάσεως τῶν ὑπάτων, πάντα τὰ κατὰ τὴν Ἰβηρίαν διατάξας καὶ παραδοὺς τὸ στρατόπεδον τοῖς περὶ τὸν Ἰούνιον καὶ Μάρκιον, αὐτὸς ἀπέπλευσε μετὰ Γαΐου καὶ τῶν ἄλλων φίλων εἰς τὴν Ῥώμην.

καὶ γὰρ αὐτὸς ἦν ὁ Εὐθύδημος Μάγνης, πρὸς ὃν ἀπελογίζετο φάσκων ὡς οὐ δικαίως αὐτὸν Ἀντίοχος ἐκ τῆς βασιλείας ἐκβαλεῖν σπουδάζει·