Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

τότε μὲν οὖν ταῦτʼ εἰπὼν διαφῆκε τὴν ἐκκλησίαν. τῇ δʼ ἐπαύριον ἀναζεύξας προῆγε, καὶ παραγενηθεὶς ἐπὶ τὸν Ἴβηρα ποταμὸν δεκαταῖος καὶ περαιωθεὶς τῇ τετάρτῃ μετὰ ταύτην προσεστρατοπέδευσε τοῖς ὑπεναντίοις, λαβὼν αὐλῶνά τινα μεταξὺ τῆς αὑτοῦ καὶ τῶν πολεμίων στρατοπεδείας.

τῇ δʼ ἑξῆς εἰς τὸν προειρημένον αὐλῶνα προσέβαλέ τινα θρέμματα τῶν παρεπομένων τῷ στρατοπέδῳ, συντάξας ἑτοίμους ἔχειν τοὺς ἱππεῖς τῷ Γαΐῳ, τοὺς δὲ γροσφομάχους ἐπέταξε τῶν χιλιάρχων τισὶ παρασκευάζειν.

ταχὺ δὲ τῶν Ἰβήρων ἐπιπεσόντων ἐπὶ τὰ θρέμματʼ ἐξαφῆκε τῶν γροσφομάχων τινάς. γινομένης δὲ διὰ τούτων συμπλοκῆς καὶ προσβοηθούντων ἑκατέροις πλειόνων, συνέστη μέγας ἀκροβολισμὸς τῶν πεζῶν περὶ τὸν αὐλῶνα.

τοῦ δὲ καιροῦ παραδιδόντος εὐλόγους ἀφορμὰς πρὸς ἐπίθεσιν, ἔχων ὁ Γάιος ἑτοίμους τοὺς ἱππεῖς κατὰ τὸ συνταχθὲν ἐπεβάλετο τοῖς ἀκροβολιζομένοις, ἀποτεμόμενος ἀπὸ τῆς παρωρείας, ὥστε τοὺς πλείους αὐτῶν κατὰ τὸν αὐλῶνα σκεδασθέντας ὑπὸ τῶν ἱππέων διαφθαρῆναι. γενομένου δὲ τούτου,

παροξυνθέντες οἱ βάρβαροι, καὶ διαγωνιάσαντες μὴ διὰ τὸ προηττῆσθαι δόξωσι καταπεπλῆχθαι τοῖς ὅλοις, ἐξῆγον ἅμα τῷ φωτὶ καὶ παρέταττον εἰς μάχην ἅπασαν τὴν δύναμιν.

ὁ δὲ Πόπλιος ἕτοιμος μὲν ἦν πρὸς τὴν χρείαν, θεωρῶν δὲ τοὺς Ἴβηρας ἀλογίστως συγκαταβαίνοντας εἰς τὸν αὐλῶνα καὶ τάττοντας οὐ μόνον τοὺς ἱππεῖς, ἀλλὰ καὶ τοὺς πεζοὺς ἐν τοῖς ἐπιπέδοις, ἐπέμενε, βουλόμενος ὡς πλείστους ταύτῃ χρήσασθαι τῇ παρεμβολῇ,

πιστεύων μὲν καὶ τοῖς ἱππεῦσι τοῖς ἰδίοις, ἔτι δὲ μᾶλλον τοῖς πεζοῖς, διὰ τὸ κατὰ τὰς ἐξ ὁμολόγου καὶ συστάδην μάχας τόν τε καθοπλισμὸν καὶ τοὺς ἄνδρας τοὺς παρʼ αὑτοῦ πολὺ διαφέρειν τῶν Ἰβήρων.