Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

συνῆγον δὲ καὶ τὴν λοιπὴν τῶν αἰχμαλώτων λείαν, ἀφʼ ἧς εἰς τὸ δημόσιον ἀνήχθη πλείω τῶν τριακοσίων ταλάντων.

ἀπέθανον δὲ τῶν μὲν Καρχηδονίων κατὰ τὴν μάχην σὺν τοῖς Κελτοῖς οὐκ ἐλάττους μυρίων, τῶν δὲ Ῥωμαίων περὶ δισχιλίους. ἑάλωσαν δὲ καὶ ζωγρίᾳ τινὲς τῶν ἐνδόξων Καρχηδονίων, οἱ δὲ λοιποὶ κατεφθάρησαν.

τῆς δὲ φήμης ἀφικομένης εἰς τὴν Ῥώμην τὴν μὲν ἀρχὴν ἠπίστουν τῷ λίαν βούλεσθαι τοῦτο γενόμενον ἰδεῖν·

ἐπειδὴ δὲ καὶ πλείους ἧκον, οὐ μόνον τὸ γεγονός, ἀλλὰ καὶ τὰ κατὰ μέρος διασαφοῦντες, τότε δὴ χαρᾶς ὑπερβαλλούσης ἦν ἡ πόλις πλήρης, καὶ πᾶν μὲν τέμενος ἐκοσμεῖτο, πᾶς δὲ ναὸς ἔγεμε πελάνων καὶ θυμάτων,

καθόλου δʼ εἰς τοιαύτην εὐελπιστίαν παρεγένοντο καὶ θάρσος ὥστε πάντας τὸν Ἀννίβαν, ὃν μάλιστα πρότερον ἐφοβήθησαν, τότε μηδʼ ἐν Ἰταλίᾳ νομίζειν παρεῖναι.

ὁ δὲ φαντασίαν μὲν ἔχειν ἔφη τοὺς εἰρημένους λόγους, τὴν δʼ ἀλήθειαν οὐ τοιαύτην εἶναι, τὸ δʼ ἐναντίον. —

"ὅτι μὲν οὔτε Πτολεμαῖος ὁ βασιλεὺς οὔθʼ ἡ τῶν Ῥοδίων πόλις οὔθʼ ἡ τῶν Βυζαντίων καὶ Χίων καὶ Μυτιληναίων ἐν παρέργῳ τίθενται τὰς ὑμετέρας, ὦ ἄνδρες Αἰτωλοί, διαλύσεις, ἐξ αὐτῶν τῶν πραγμάτων ὑπολαμβάνω τοῦτʼ εἶναι συμφανές.

οὐ γὰρ νῦν πρῶτον οὐδὲ δεύτερον ποιούμεθα πρὸς ὑμᾶς τοὺς ὑπὲρ τῆς εἰρήνης λόγους, ἀλλʼ ἐξ ὅτου τὸν πόλεμον ἐνεστήσασθε, προσεδρεύοντες καὶ πάντα καιρὸν θεραπεύοντες οὐ διαλείπομεν ὑπὲρ τούτων ποιούμενοι πρὸς ὑμᾶς μνήμην,

κατὰ μὲν τὸ παρὸν τῆς ὑμετέρας καὶ Μακεδόνων στοχαζόμενοι καταφθορᾶς, πρὸς δὲ τὸ μέλλον καὶ περὶ τῶν σφετέρων πατρίδων καὶ περὶ τῶν ἄλλων Ἑλλήνων προνοούμενοι.

καθάπερ γὰρ ἐπὶ τοῦ πυρός, ὅταν ὑφάψῃ τις ἅπαξ τὴν ὕλην, οὐκέτι τὸ λοιπὸν ἐπὶ τῇ τούτου προαιρέσει γίνεται τὸ συμβαῖνον, ἀλλʼ ᾗ ποτʼ ἂν τύχῃ λαμβάνει τὴν νομήν, τὸ πλεῖον τοῖς ἀνέμοις κυβερνώμενον καὶ τῇ τῆς ὑποκειμένης ὕλης διαφθορᾷ, καὶ πολλάκις ἐπʼ αὐτὸν τὸν ἐμπρήσαντα πρῶτον ὥρμησε παραλόγως,

τὸν αὐτὸν τρόπον [καὶ] ὁ πόλεμος ὑπό τινων ὅταν ἅπαξ ἐκκαυθῇ, τοτὲ μὲν αὐτοὺς τούτους πρώτους ἀπόλλυσι, ποτὲ δὲ φέρεται φθείρων ἀδίκως πᾶν τὸ παραπεσόν, αἰεὶ καινοποιούμενος καὶ προσφυσώμενος, ὥσπερ ὑπʼ ἀνέμων, ὑπὸ τῆς τῶν πλησιαζόντων ἀγνοίας.

διόπερ, ὦ ἄνδρες Αἰτωλοί, νομίσαντες καὶ τοὺς νησιώτας πανδημεὶ καὶ τοὺς τὴν Ἀσίαν κατοικοῦντας Ἕλληνας παρόντας ὑμῶν δεῖσθαι τὸν μὲν πόλεμον ἆραι, τὴν δʼ εἰρήνην ἑλέσθαι, διὰ τὸ καὶ πρὸς σφᾶς ἀνήκειν τὰ γινόμενα, σωφρονήσαντες ἐντράπητε καὶ πείσθητε τοῖς παρακαλουμένοις.