Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

πότερον οὖν ἐχρῆν ἀποστάτας γενομένους τῆς πατρίδος καὶ πολεμίους τῆς θρεψάσης οὕτως ἐγκαλεῖν ἢ παρόντας λέγειν μὲν περὶ τούτων πρὸς ἐμέ, παρακαλεῖν δὲ τοὺς φίλους συνεπιλαβέσθαι καὶ βοηθεῖν ὑμῖν;

δοκῶ γάρ, ἦν τοῦτο βέλτιον. τοῖς μὲν γὰρ μισθοῦ παρά τισι στρατευομένοις ἔστιν ὅτε συγγνώμην δοτέον ἀφισταμένοις τῶν μισθοδοτῶν, τοῖς δʼ ὑπὲρ ἑαυτῶν πολεμοῦσι καὶ γυναικῶν ἰδίων καὶ τέκνων οὐδαμῶς συγχωρητέον·

ἔστι γὰρ παραπλήσιον ὡς ἂν εἴ τις ὑπὸ γονέως ἰδίου φάσκων εἰς ἀργυρίου λόγον ἀδικεῖσθαι παρείη μετὰ τῶν ὅπλων, ἀποκτενῶν τοῦτον παρʼ οὗ τὸ ζῆν αὐτὸς ἔλαβε.

νὴ Δίʼ ἀλλʼ ἐγὼ τὰς μὲν κακοπαθείας ὑμῖν καὶ τοὺς κινδύνους πλείους ἢ τοῖς ἄλλοις ἐπέταττον, τὰ δὲ λυσιτελῆ καὶ τὰς ὠφελείας ἑτέροις μᾶλλον ἐμέριζον·

ἀλλʼ οὔτε τολμᾶτε τοῦτο λέγειν οὔτε τολμήσαντες δύναισθʼ ἂν ἀποδεῖξαι.

τί οὖν ἐστιν, ἐφʼ ᾧ δυσαρεστούμενοι κατὰ τὸ παρὸν ἡμῖν τὰς ἀποστάσεις ἐποιήσασθε; τοῦτʼ ἤδη βούλομαι πυθέσθαι· δοκῶ μὲν γὰρ οὐδὲν οὔτʼ ἐρεῖν οὔτʼ ἐπινοήσειν ὑμῶν

οὐδένα. καὶ μὴν οὐδὲ τοῖς ὑποκειμένοις ἀσχάλλοντες· πότε γὰρ εὔροια πραγμάτων μείζων; πότε δὲ πλείω προτερήματα γέγονε τῇ Ῥώμῃ; πότε δὲ τοῖς στρατευομένοις μείζους ἐλπίδες ἢ νῦν;

ἀλλʼ ἴσως ἐρεῖ τις τῶν ἀπηλπικότων ὅτι πλείω τὰ λυσιτελῆ τὰ παρὰ τοῖς ἐχθροῖς προυφαίνετο καὶ μείζους ἐλπίδες καὶ βεβαιότεραι· παρὰ τίσι δὴ τούτοις;