Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

τοῖς δὲ Καρχηδονίοις, ἄφνω συνεγγιζόντων πρὸς τὸν χάρακα τῶν ἱππέων, ἅμα δὲ καὶ τῆς ἄλλης δυνάμεως ἐκταττομένης ἐν ὄψει, μόλις ἐδόθη καιρὸς εἰς τὸ καθοπλίσασθαι.

διόπερ ἠναγκάσθησαν οἱ περὶ τὸν Ἀσδρούβαν ἔτι νήστεις ἔχοντες τοὺς ἄνδρας ἀπαρασκεύως ἐκ τοῦ καιροῦ τοὺς μὲν ἱππεῖς καὶ τοὺς εὐζώνους ἐπαφιέναι τοῖς ἱππεῦσι τῶν ὑπεναντίων εἰς τὰ πεδία, τὰς δὲ πεζικὰς δυνάμεις παρατάττειν, οὐ πολὺ τῆς παρωρείας ἐν τοῖς ἐπιπέδοις ποιούμενοι τὴν ἔκταξιν, καθάπερ ἦν ἔθος αὐτοῖς.

ἕως μὲν οὖν τινος ἔμενον οἱ Ῥωμαῖοι τὴν ἡσυχίαν ἔχοντες· ἐπειδὴ δὲ τὸ μὲν τῆς ἡμέρας προύβαινε, τῶν δʼ εὐζώνων ἄκριτος ἦν καὶ πάρισος ἡ συμπλοκὴ διὰ τὸ τοὺς πιεζομένους καταφεύγοντας ὑπὸ τὰς ἰδίας φάλαγγας ἐκ μεταβολῆς κινδυνεύειν,

τὸ τηνικαῦτα δὲ διαδεξάμενος ὁ Πόπλιος διὰ τῶν διαστημάτων ἐν ταῖς σημαίαις εἴσω τοὺς ἀκροβολιζομένους, καὶ μερίσας ἐφʼ ἑκάτερον κέρας ὀπίσω τῶν παρατεταγμένων, πρῶτον μὲν τοὺς γροσφομάχους, ἐπὶ δὲ τούτοις ἐπιβάλλει τοὺς ἱππεῖς, τὰς μὲν ἀρχὰς μετωπηδὸν ποιούμενος τὴν ἔφοδον·

ἀποσχὼν δὲ περὶ τετραστάδιον τῶν ὑπεναντίων, τοὺς μὲν Ἴβηρας τηροῦντας τὰς τάξεις τὸν αὐτὸν τρόπον ποιεῖσθαι τὴν ἐπαγωγὴν παρήγγειλε, τῷ μὲν δεξιῷ τὰς σημαίας καὶ τὰς ἴλας ἐπι

στρέφειν ἐπὶ δόρυ, τῷ δʼ εὐωνύμῳ τἀναντία. καὶ λαβὼν αὐτὸς μὲν ἀπὸ τοῦ δεξιοῦ, Λεύκιος δὲ Μάρκιος καὶ Μάρκος Ἰούνιος ἀπὸ τῶν εὐωνύμων τρεῖς ἴλας ἱππέων τὰς ἡγουμένας, καὶ πρὸ τούτων γροσφομάχους τοὺς εἰθισμένους καὶ τρεῖς σπείρας — τοῦτο δὲ καλεῖται τὸ σύνταγμα τῶν πεζῶν παρὰ Ῥωμαίοις κοόρτις —

πλὴν οἱ μὲν ἐπʼ ἀσπίδα περικλάσαντες τούτους, οἱ δʼ ἐπὶ δόρυ, προῆγον ὀρθίους ἐπὶ τοὺς πολεμίους, ἐνεργῆ ποιούμενοι τὴν ἔφοδον, ἀεὶ τῶν ἑξῆς ἐπιβαλλόντων καὶ κατὰ περίκλασιν ἑπομένων.

ἐπεὶ δὲ τούτους μὲν οὐ πολὺ συνέβαινε τῶν πολεμίων ἀπέχειν, τοὺς δʼ Ἴβηρας ἐν τῇ κατὰ πρόσωπον πλευρᾷ τόπον ἱκανὸν ἔτι διεστάναι τῷ βάδην ποιεῖσθαι τὴν ἐπαγωγήν, προσέβαλλον τοῖς κέρασιν ἀμφοτέροις ἅμα τοῖς τῶν ὑπεναντίων ὀρθίαις ταῖς Ῥωμαϊκαῖς δυνάμεσι κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν.

αἱ δὲ μετὰ ταῦτα κινήσεις, διʼ ὧν συνέβαινε τοὺς ἑπομένους, ἐπιπαρεμβάλλοντας ἐπὶ τὴν αὐτὴν εὐθεῖαν τοῖς ἡγουμένοις, συγκαθίστασθαι τοῖς πολεμίοις εἰς τὴν μάχην, τὴν ἐναντίαν εἶχον διάθεσιν ἀλλήλαις, καὶ καθόλου τὸ δεξιὸν κέρας τῷ λαιῷ καὶ κατὰ μέρος οἱ πεζοὶ τοῖς ἱππεῦσιν.

οἱ μὲν γὰρ ἐπὶ τοῦ δεξιοῦ κέρως ἱππεῖς μετὰ τῶν εὐζώνων, ἐκ δόρατος ἐπιπαρεμβάλλοντες, ὑπερκερᾶν ἐπειρῶντο τοὺς πολεμίους, οἱ δὲ πεζοὶ τοὐναντίον ἐξ ἀσπίδος παρενέβαλλον·

τῶν δὲ κατὰ τὸ λαιὸν οἱ μὲν ἐν ταῖς σπείραις ἐκ δόρατος, οἱ δʼ ἱππεῖς μετὰ τῶν γροσφομάχων ἐξ ἡνίας.