Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

γενομένου δὲ τούτου καὶ προθύμως πειθαρχησάντων διὰ τὴν ὑπόνοιαν τοῦ μέλλοντος, τοὺς μὲν ἱππεῖς καὶ τοὺς εὐζώνους προαπέστειλε, συντάξας ἐγγίζειν τῇ παρεμβολῇ τῶν ὑπεναντίων καὶ προσακροβολίζεσθαι θρασέως,

αὐτὸς δὲ τοὺς πεζοὺς ἔχων ἄρτι τῆς κατὰ τὸν ἥλιον ἀνατολῆς ἐπιφαινομένης προῆγε, καὶ παραγενόμενος εἰς μέσον τὸ πεδίον παρενέβαλε, τάττων ἐναντίως ἢ πρόσθεν· μέσους μὲν γὰρ ἐτίθει τοὺς Ἴβηρας, ἐπὶ δὲ τῶν κεράτων τὰ τῶν Ῥωμαίων.

τοῖς δὲ Καρχηδονίοις, ἄφνω συνεγγιζόντων πρὸς τὸν χάρακα τῶν ἱππέων, ἅμα δὲ καὶ τῆς ἄλλης δυνάμεως ἐκταττομένης ἐν ὄψει, μόλις ἐδόθη καιρὸς εἰς τὸ καθοπλίσασθαι.