Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

οἱ μὲν οὖν Ῥωμαῖοι τούτου γενομένου θαρραλεώτερον διέκειντο πρὸς τὸν κίνδυνον, οἱ δὲ Καρχηδόνιοι τοὐναντίον.

οὐ μὴν ἀλλὰ ταῖς ἑξῆς ἐπί τινας ἡμέρας τάς τε δυνάμεις ἐκτάξαντες ἐν τῷ μεταξὺ πεδίῳ καὶ διὰ τῶν ἱππέων καὶ διὰ τῶν εὐζώνων ἀκροβολισμοὺς ποιησάμενοι καὶ καταπειράσαντες ἀλλήλων, ὥρμησαν ἐπὶ τὸ κρίνειν τὰ ὅλα.

κατὰ δὲ τὸν καιρὸν τοῦτον δυσὶ δοκεῖ κεχρῆσθαι στρατηγήμασιν ὁ Πόπλιος.

θεωρῶν γὰρ τὸν Ἀσδρούβαν ὀψὲ ποιούμενον τὰς ἐξαγωγάς, καὶ μέσους Λίβυας, τὰ δὲ θηρία προτιθέμενον ἑκατέρων τῶν κεράτων, αὐτὸς εἰωθὼς τῇ μὲν ὥρᾳ προσανατείνειν,

τοὺς δὲ Ῥωμαίους μέσους ἀντιτάττειν τοῖς Λίβυσι, τοὺς δʼ Ἴβηρας ἐπὶ τῶν κεράτων παρεμβάλλειν, ᾗ προέθετο κρίνειν ἡμέρᾳ, τἀναντία τοῖς προειρημένοις ποιήσας μεγάλα συνήργησε ταῖς σφετέραις δυνάμεσι πρὸς τὸ νικᾶν, οὐκ ὀλίγα δʼ ἠλάττωσε τοὺς πολεμίους.

ἅμα γὰρ τῷ φωτὶ διαπεμψάμενος τοὺς ὑπηρέτας παρήγγειλε πᾶσι τοῖς χιλιάρχοις καὶ τοῖς στρατιώταις ἀριστοποιησαμένους καὶ καθοπλισαμένους ἐξάγειν πρὸ τοῦ χάρακος.

γενομένου δὲ τούτου καὶ προθύμως πειθαρχησάντων διὰ τὴν ὑπόνοιαν τοῦ μέλλοντος, τοὺς μὲν ἱππεῖς καὶ τοὺς εὐζώνους προαπέστειλε, συντάξας ἐγγίζειν τῇ παρεμβολῇ τῶν ὑπεναντίων καὶ προσακροβολίζεσθαι θρασέως,