Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ὧν ἀνυπονοήτως ἐμπεσόντων πολλοὶ μὲν ἐν ταῖς ἀρχαῖς ἀναστρέφοντες διὰ τὸ παράδοξον τῆς ἐπιφανείας τῆς ἄφνω τῶν ἱππέων ἀπέπεσον, οἱ δὲ λοιποὶ συμβάλλοντες τοῖς πολεμίοις ἐμάχοντο γενναίως.

τῇ δὲ παρὰ τῶν καταβαινόντων ἐν τοῖς Ῥωμαϊκοῖς ἱππεῦσιν εὐχειρίᾳ δυσχρηστούμενοι καὶ πολλοὺς ἀπολλύντες οἱ Καρχηδόνιοι, βραχὺ προσαντισχόντες ἐνέκλιναν.

καὶ τὸ μὲν πρῶτον ἐν τάξει τὴν ἀναχώρησιν ἐποιοῦντο, τῶν δὲ Ῥωμαίων ἐγκειμένων αὐτοῖς λύσαντες τὰς ἴλας κατέφυγον ὑπὸ τὴν αὑτῶν παρεμβολήν.