Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

καὶ συνεπιστήσας αὑτὸν ἐπί τε τὰς καθόλου καὶ τὰς κατὰ μέρος μάχας καὶ πολιορκίας καὶ πόλεων μεταβολὰς καὶ περιστάσεις καιρῶν, ἐπί τε τὴν περιοχὴν τῆς ὅλης ἐπιβολῆς καὶ πράξεως,

ἐν ᾗ συνεχῶς Ἀννίβας ἑκκαίδεκα πολεμήσας ἔτη Ῥωμαίοις κατὰ τὴν Ἰταλίαν οὐδέποτε διέλυσε τὰς δυνάμεις ἐκ τῶν ὑπαίθρων, ἀλλὰ συνέχων ὑφʼ αὑτόν, ὥσπερ ἀγαθὸς κυβερνήτης, ἀστασίαστα διετήρησε τοσαῦτα πλήθη καὶ πρὸς αὑτὸν καὶ πρὸς ἄλληλα, καίπερ οὐχ οἷον ὁμοεθνέσιν, ἀλλʼ οὐδʼ ὁμοφύλοις χρησάμενος στρατοπέδοις. εἶχε γὰρ Λίβυας,

Ἴβηρας, Λιγυστίνους, Κελτούς, Φοίνικας, Ἰταλούς, Ἕλληνας, οἷς οὐ νόμος, οὐκ ἔθος, οὐ λόγος, οὐχ ἕτερον οὐδὲν ἦν κοινὸν ἐκ φύσεως πρὸς ἀλλήλους.

ἀλλʼ ὅμως ἡ τοῦ προεστῶτος ἀγχίνοια τὰς τηλικαύτας καὶ τοιαύτας διαφορὰς ἑνὸς ἐποίει προστάγματος ἀκούειν καὶ μιᾷ πείθεσθαι γνώμῃ, καίπερ οὐχ ἁπλῆς οὔσης τῆς περιστάσεως, ἀλλὰ καὶ ποικίλης, καὶ πολλάκις μὲν αὐτοῖς λαμπρᾶς ἐπιπνεούσης τῆς τύχης, ποτὲ δὲ τοὐναντίον.

ἐξ ὧν εἰκότως ἄν τις θαυμάσειε τὴν τοῦ προεστῶτος δύναμιν ἐν τούτῳ τῷ μέρει, καὶ θαρρῶν εἴπειεν ὡς εἴπερ ποιησάμενος τὴν ἀρχὴν ἐπʼ ἄλλα μέρη τῆς οἰκουμένης ἐπὶ τελευταίους ἦλθε Ῥωμαίους, οὐδὲν ἂν τῶν προτεθέντων αὐτὸν διέφυγε.

νῦν δʼ, ἐφʼ οὓς ἔδει τελευταίους ἐλθεῖν, ἀπὸ τούτων ἀρξάμενος, ἐν τούτοις ἐποιήσατο καὶ τὴν ἀρχὴν τῶν πράξεων καὶ τὸ τέλος.

οἱ μὲν οὖν περὶ τὸν Ἀσδρούβαν, ἁθροίσαντες τὴν στρατιὰν ἐκ τῶν πόλεων, ἐν αἷς ἐποιοῦντο τὴν παραχειμασίαν, προῆλθον, καὶ κατεστρατοπέδευσαν οὐ μακρὰν ἀπὸ τῆς πόλεως τῆς προσαγορευομένης Ἰλίπας, βαλόμενοι τὸν χάρακα πρὸς ταῖς ὑπωρείαις, καὶ προθέμενοι πεδία πρὸς ἀγῶνα καὶ μάχην εὐφυῆ. πλῆθος δὲ πεζῶν μὲν εἶχον εἰς ἑπτὰ μυριάδας,