Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

τίς οὐκ ἂν ἐπισημήναιτο τὴν ἡγεμονίαν καὶ τὴν ἀρετὴν καὶ τὴν δύναμιν ἐν τοῖς ὑπαίθροις τἀνδρός, βλέψας εἰς τὸ μῆκος τούτου τοῦ χρόνου,

καὶ συνεπιστήσας αὑτὸν ἐπί τε τὰς καθόλου καὶ τὰς κατὰ μέρος μάχας καὶ πολιορκίας καὶ πόλεων μεταβολὰς καὶ περιστάσεις καιρῶν, ἐπί τε τὴν περιοχὴν τῆς ὅλης ἐπιβολῆς καὶ πράξεως,

ἐν ᾗ συνεχῶς Ἀννίβας ἑκκαίδεκα πολεμήσας ἔτη Ῥωμαίοις κατὰ τὴν Ἰταλίαν οὐδέποτε διέλυσε τὰς δυνάμεις ἐκ τῶν ὑπαίθρων, ἀλλὰ συνέχων ὑφʼ αὑτόν, ὥσπερ ἀγαθὸς κυβερνήτης, ἀστασίαστα διετήρησε τοσαῦτα πλήθη καὶ πρὸς αὑτὸν καὶ πρὸς ἄλληλα, καίπερ οὐχ οἷον ὁμοεθνέσιν, ἀλλʼ οὐδʼ ὁμοφύλοις χρησάμενος στρατοπέδοις. εἶχε γὰρ Λίβυας,