Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ὁ δὲ Φιλοποίμην, ἐπιγνοὺς τὸν Μαχανίδαν ἀπό τε τῆς πορφυρίδος καὶ τοῦ περὶ τὸν ἵππον κόσμου, τοὺς μὲν περὶ τὸν Ἀναξίδαμον ἀπολείπει, παρακαλέσας τηρεῖν ἐπιμελῶς τὴν δίοδον καὶ μηδενὸς φείδεσθαι τῶν μισθοφόρων διὰ τὸ τούτους εἶναι τοὺς συναύξοντας αἰεὶ τὰς ἐν τῇ Σπάρτῃ τυραννίδας·

αὐτὸς δὲ παραλαβὼν Πολύαινον τὸν Κυπαρισσέα καὶ Σιμίαν, οἷς ἐχρῆτο τότε παρασπισταῖς, ἐκ τοῦ πέραν τῆς τάφρου τὴν ἀντιπαραγωγὴν ἐποιεῖτο τῷ τυράννῳ καὶ τοῖς μετʼ αὐτοῦ·

δύο γὰρ ἦσαν οἱ τότε τῷ Μαχανίδᾳ συμμίξαντες, Ἀρηξίδαμος καὶ τῶν μισθοφόρων εἷς.

ἅμα δὲ τῷ τὸν Μαχανίδαν κατά τινα τόπον εὔβατον τῆς τάφρου, προσθέντα τοὺς μύωπας, βίᾳ τὸν ἵππον ἐπάγειν καὶ διαπερᾶν, συναγαγὼν ἐκ μεταβολῆς ὁ Φιλοποίμην αὐτῷ καὶ πατάξας τῷ δόρατι καιρίως, καὶ προσενεγκὼν τῷ σαυρωτῆρι πληγὴν ἄλλην ἐκ διαλήψεως, ἐν χειρῶν νόμῳ διέφθειρε τὸν τύραννον.

τὸ δὲ παραπλήσιον ἐγίνετο καὶ περὶ τὸν Ἀρηξίδαμον ὑπὸ τῶν παρίππων. ὁ δὲ τρίτος ἀπογνοὺς τὴν διάβασιν διέφυγε τὸν κίνδυνον κατὰ τὸν τῶν προειρημένων φόνον.

πεσόντων δʼ ἀμφοτέρων, εὐθέως οἱ περὶ τὸν Σιμίαν, σκυλεύσαντες τοὺς νεκροὺς καὶ συναφελόντες ἅμα τοῖς ὅπλοις τὴν τοῦ τυράννου κεφαλήν, ἠπείγοντο πρὸς τοὺς διώκοντας,

σπεύδοντες ἐπιδεῖξαι τοῖς ὄχλοις τὴν ἀπώλειαν τοῦ τῶν ὑπεναντίων ἡγεμόνος χάριν τοῦ πιστεύσαντας ἔτι μᾶλλον ἀνυπόπτως καὶ τεθαρρηκότως ποιήσασθαι τὸν ἐπιδιωγμὸν τῶν ὑπεναντίων ἕως τῆς Τεγεατῶν πόλεως.

ὃ καὶ μεγάλα συνεβάλετο πρὸς τὴν ὁρμὴν τῶν ὄχλων· οὐ γὰρ ἥκιστα διὰ τούτων τῆς μὲν Τεγέας ἐξ ἐφόδου κύριοι κατέστησαν, ταῖς δʼ ἐχομέναις παρὰ τὸν Εὐρώταν ἐστρατοπέδευον, κρατοῦντες ἤδη τῶν ὑπαίθρων ἀναμφισβητήτως.

καὶ πολλῶν χρόνων οὐ δυνάμενοι τοὺς πολεμίους ἐκ τῆς οἰκείας ἀπώσασθαι, τότε πᾶσαν ἀδεῶς ἐπόρθουν αὐτοὶ τὴν Λακωνικήν,

τῶν μὲν ἰδίων οὐ πολλοὺς ἀπολωλεκότες ἐν τῇ μάχῃ, τῶν δὲ Λακεδαιμονίων ἀπεκτακότες μὲν οὐκ ἐλάττους τῶν τετρακισχιλίων, ζωγρίᾳ δʼ εἰληφότες ἔτι πλείους τούτων, ὁμοίως δὲ καὶ τῆς ἀποσκευῆς κεκυριευκότες ἁπάσης καὶ τῶν ὅπλων.