Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

οἱ δὲ διὰ πλῆθος, οἱ δὲ διʼ ἄλλας αἰτίας, μακρὰν ἑαυτοὺς δόντες ἐν πορείᾳ, κατὰ τὴν ἀπόλυσιν διʼ αὐτῶν τῶν οὐραγούντων ἤλπισαν οἱ μὲν προτερήσειν, οἱ δʼ ἀσφαλῶς ἀπολυθήσεσθαι τῶν πολεμίων.

ἐν οἷς δὴ καὶ μέγιστα συμβαίνει τοὺς ἡγουμένους

πλὴν ὅ γε Φιλοποίμην οὐ διεψεύσθη τῇ προνοίᾳ τοῦ συντελεσθησομένου· τροπὴν γὰρ ἰσχυρὰν συνέβαινε γίνεσθαι τῶν Λακεδαιμονίων.

συνορῶν δὲ τὴν φάλαγγα νικῶσαν καὶ τὰ ὅλα καλῶς αὑτῷ προχωροῦντα καὶ λαμπρῶς, ἐπὶ τὸ καταλειπόμενον ὥρμησε τῆς ὅλης ἐπιβολῆς· τοῦτο δʼ ἦν τὸ μὴ διαφυγεῖν τὸν Μαχανίδαν.

εἰδὼς οὖν αὐτὸν κατὰ τὴν τοῦ διώγματος παράπτωσιν ἀποτετμημένον ἐν τοῖς πρὸς τὴν πόλιν μέρεσι τῆς τάφρου μετὰ τῶν ἰδίων μισθοφόρων, ἐκαραδόκει τὴν τούτου παρουσίαν.

ὁ δὲ Μαχανίδας, συνθεωρήσας κατὰ τὴν ἀπόλυσιν τὴν ἀπὸ τοῦ διώγματος φεύγουσαν τὴν αὑτοῦ δύναμιν, καὶ συλλογισάμενος διότι προπέπτωκε καὶ διέψευσται τῆς ὅλης ἐλπίδος, εὐθέως ἐπειρᾶτο συστραφεὶς μεθʼ ὧν εἶχε περὶ αὑτὸν ξένων, ἅθρους διαπεσεῖν διὰ τῶν ἐσκεδασμένων καὶ διωκόντων.

εἰς ἃ καὶ συνορῶντες ἔνιοι συνέμενον αὐτῷ τὰς ἀρχάς, ταύτην ἔχοντες τὴν ἐλπίδα τῆς σωτηρίας.