Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ἅμα δὲ τῷ σύνοπτον ἤδη καλῶς εἶναι παραγενομένην τὴν τῶν ὑπεναντίων δύναμιν ἐπιπορευόμενος τὰ συστήματα τῶν φαλαγγιτῶν παρεκάλει βραχέως μέν, ἐμφαντικῶς δὲ τοῦ παρόντος κινδύνου.

τὰ μὲν οὖν πλεῖστα τῶν λεγομένων ἀσαφῆ συνέβαινε γίνεσθαι· διὰ γὰρ τὴν πρὸς αὐτὸν εὔνοιαν καὶ πίστιν τῶν ὄχλων εἰς τοιαύτην ὁρμὴν καὶ προθυμίαν παρέστη τὸ πλῆθος ὥστε παραπλησίαν ἐνθουσιασμῷ. τὴν ἀντιπαράκλησιν γίνεσθαι τῶν δυνάμεων, ἄγειν καὶ θαρρεῖν αὐτὸν παρακελευομένων·

τοῦτο μέντοι παράπαν ἐπιμελῶς ἐπειρᾶτο διασαφεῖν, ὅτε λάβοι καιρόν, ὅτι τοῖς μὲν ὑπὲρ αἰσχρᾶς καὶ ἐπονειδίστου δουλείας, τοῖς δʼ ὑπὲρ ἀειμνήστου καὶ λαμπρᾶς ἐλευθερίας συνέστηκεν ὁ παρὼν κίνδυνος.

ὁ δὲ Μαχανίδας τὸ μὲν πρῶτον ὑπέδειξεν ὡς ὀρθίᾳ τῇ φάλαγγι προσμίξων πρὸς τὸ δεξιὸν τῶν πολεμίων· ἐπεὶ δʼ ἐπλησίασε, λαβὼν σύμμετρον ἀπόστημα περιέκλα τὴν δύναμιν ἐπὶ δόρυ, καὶ παρεκτείνας ἴσον ἐποίησε τὸ παρʼ αὑτοῦ δεξιὸν τῷ τῶν Ἀχαιῶν εὐωνύμῳ, τοὺς δὲ καταπέλτας πρὸ πάσης ἐπέστησε τῆς δυνάμεως ἐν διαστήμασιν.

ὁ δὲ Φιλοποίμην θεασάμενος αὐτοῦ τὴν ἐπιβολήν, ὅτι τοῖς καταπέλταις ἐπενόει βαλὼν εἰς τὰς σπείρας τῶν φαλαγγιτῶν τραυματίζειν τοὺς ἄνδρας καὶ θόρυβον ἐμποιεῖν τοῖς ὅλοις,

οὐκέτι χρόνον ἔδωκεν οὐδʼ ἀναστροφήν, ἀλλὰ διὰ τῶν Ταραντίνων ἐνεργῶς ἐχρῆτο τῇ καταρχῇ τοῦ κινδύνου κατὰ τοὺς περὶ τὸ Ποσείδιον τόπους, ὄντας ἐπιπέδους καὶ πρὸς ἱππικὴν εὐφυεῖς χρείαν.

ὁ δὲ Μαχανίδας ὁρῶν τὸ γινόμενον ἠναγκάζετο ποιεῖν τὸ παραπλήσιον καὶ συναφεῖναι τοὺς παρʼ αὑτοῦ Ταραντίνους.