Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

καὶ μὴν οὐδὲ τὴν θέσιν τῆς Καρχηδόνος οὐδὲ τὴν κατασκευὴν οὐδὲ τὴν τῆς περιεχούσης αὐτὴν λίμνης διάθεσιν ἠγνόει,

διὰ δέ τινων ἁλιέων τῶν ἐνειργασμένων τοῖς τόποις ἐξητάκει διότι καθόλου μέν ἐστι τεναγώδης ἡ λίμνη καὶ βατὴ κατὰ τὸ πλεῖστον, ὡς δʼ ἐπὶ τὸ πολὺ καὶ γίνεταί τις αὐτῆς ἀποχώρησις καθʼ ἡμέραν ἐπὶ δείλην ὀψίαν.

ἐξ ὧν συλλογισάμενος ὅτι καθικόμενος μὲν τῆς ἐπιβολῆς οὐ μόνον βλάψει τοὺς ὑπεναντίους, ἀλλὰ καὶ τοῖς σφετέροις πράγμασι μεγάλην ἐπίδοσιν παρασκευάσει,

διαπεσὼν δὲ τῆς προθέσεως, ὅτι δύναται σῴζειν τοὺς ὑποταττομένους διὰ τὸ θαλαττοκρατεῖν, ἐὰν ἅπαξ ἀσφαλίσηται τὴν στρατοπεδείαν — τοῦτο δʼ ἦν εὐχερὲς διὰ τὸ μακρὰν ἀπεσπάσθαι τὰς τῶν ὑπεναντίων δυνάμεις —

οὕτως ἀφέμενος τῶν ἄλλων περὶ ταύτην

ἐγίνετο τὴν παρασκευὴν ἐν τῇ παραχειμασίᾳ. καὶ ταύτην ἔχων τὴν ἐπιβολὴν καὶ τὴν ἡλικίαν, ἣν ἀρτίως εἶπα, πάντας ἀπεκρύψατο χωρὶς Γαΐου Λαιλίου, μέχρι πάλιν αὐτὸς ἔκρινε φανερὸν ποιεῖν.

τούτοις δὲ τοῖς ἐκλογισμοῖς ὁμολογοῦντες οἱ συγγραφεῖς, ὅταν ἐπὶ τὸ τέλος ἔλθωσι τῆς πράξεως, οὐκ οἶδʼ ὅπως οὐκ εἰς τὸν ἄνδρα καὶ τὴν τούτου πρόνοιαν, εἰς δὲ τοὺς θεοὺς καὶ τὴν τύχην ἀναφέρουσι τὸ γεγονὸς κατόρθωμα,

καὶ ταῦτα χωρὶς τῶν εἰκότων καὶ τῆς τῶν συμβεβιωκότων μαρτυρίας, καὶ διὰ τῆς ἐπιστολῆς τῆς πρὸς Φίλιππον αὐτοῦ τοῦ Ποπλίου σαφῶς ἐκτεθεικότος ὅτι τούτοις τοῖς ἐκλογισμοῖς χρησάμενος, οἷς ἡμεῖς ἀνώτερον ἐξελογισάμεθα, καθόλου τε τοῖς ἐν Ἰβηρίᾳ πράγμασιν ἐπιβάλοιτο καὶ κατὰ μέρος τῇ τῆς Καρχηδόνος πολιορκίᾳ.

πλὴν τότε γε τῷ μὲν ἐπὶ τοῦ στόλου Γαΐῳ Λαιλίῳ διʼ ἀπορρήτων ἐντειλάμενος παρήγγειλε πλεῖν ἐπὶ τὴν προειρημένην πόλιν —

μόνος γὰρ οὗτος αὐτῷ συνῄδει τὴν ἐπιβολήν, καθάπερ ἀνώτερον εἶπον —

αὐτὸς δὲ τὰς πεζικὰς δυνάμεις ἀναλαβὼν ἐποιεῖτο τὴν πορείαν μετὰ σπουδῆς. εἶχε δὲ τὸ μὲν τῶν πεζῶν πλῆθος εἰς δισμυρίους καὶ πεντακισχιλίους, ἱππεῖς δʼ εἰς δισχιλίους καὶ πεντακοσίους.

ἀφικόμενος δʼ ἑβδομαῖος κατεστρατοπέδευσε κατὰ τὸ πρὸς ἄρκτους μέρος τῆς πόλεως, καὶ περιεβάλετο κατὰ μὲν τὴν ἐκτὸς ἐπιφάνειαν τῆς στρατοπεδείας τάφρον καὶ χάρακα διπλοῦν ἐκ θαλάττης εἰς θάλατταν, κατὰ δὲ τὴν πρὸς τὴν πόλιν ἁπλῶς οὐδέν. αὐτὴ γὰρ ἡ τοῦ τόπου φύσις ἱκανὴν ἀσφάλειαν αὐτῷ παρεσκεύαζε.

μέλλοντες δὲ καὶ τὴν πολιορκίαν καὶ τὴν ἅλωσιν τῆς πόλεως δηλοῦν, ἀναγκαῖον ἡγούμεθʼ εἶναι τὸ καὶ τοὺς παρακειμένους τόπους καὶ τὴν θέσιν αὐτῆς ἐπὶ ποσὸν ὑποδεῖξαι τοῖς ἀκούουσι.