Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ἔτος γὰρ ἕβδομον ἔχων πρὸς τοῖς εἴκοσι πρῶτον μὲν ἐπὶ πράξεις αὑτὸν ἔδωκε τελέως παρὰ τοῖς πολλοῖς ἀπηλπισμένας διὰ τὸ μέγεθος τῶν προγεγονότων ἐλαττωμάτων,

δεύτερον δοὺς αὑτὸν τὰ μὲν κοινὰ καὶ προφαινόμενα πᾶσι παρέλειπε, τὰ δὲ μήτε παρὰ τοῖς πολεμίοις , ταῦτʼ ἐπενόει καὶ προετίθετο πράττειν.

ὧν οὐδὲν ἦν χωρὶς ἐκλογισμῶν τῶν ἀκριβεστάτων.

ἔτι μὲν γὰρ ἀπὸ τῆς ἀρχῆς ἱστορῶν ἐν τῇ Ῥώμῃ καὶ πυνθανόμενος ἐπιμελῶς τήν τε προδοσίαν τῶν Κελτιβήρων καὶ τὸν διαζευγμὸν τῶν ἰδίων στρατοπέδων, καὶ συλλογιζόμενος ὅτι παρὰ τοῦτο συμβαίνει τοῖς περὶ τὸν πατέρα γενέσθαι τὴν περιπέτειαν,

οὐ κατεπέπληκτο τοὺς Καρχηδονίους οὐδʼ ἥττητο τῇ ψυχῇ, καθάπερ οἱ πολλοί.

μετὰ δὲ ταῦτα τοὺς ἐντὸς Ἴβηρος ποταμοῦ συμμάχους ἀκούων μένειν ἐν τῇ πρὸς αὐτοὺς φιλίᾳ, τοὺς δὲ τῶν Καρχηδονίων ἡγεμόνας στασιάζειν μὲν πρὸς σφᾶς, ὑβρίζειν δὲ τοὺς ὑποταττομένους, εὐθαρσῶς διέκειτο πρὸς τὴν ἔξοδον, οὐ τῇ τύχῃ πιστεύων, ἀλλὰ τοῖς συλλογισμοῖς.

παραγενόμενός γε μὴν εἰς τὴν Ἰβηρίαν, πάντας ἀνακινῶν καὶ παρʼ ἑκάστου πυνθανόμενος τὰ περὶ τοὺς ἐναντίους, ηὕρισκε τὰς μὲν δυνάμεις τῶν Καρχηδονίων εἰς τρία μέρη διῃρημένας·

ὧν Μάγωνα μὲν ἐπυνθάνετο διατρίβειν ἐντὸς Ἡρακλείων στηλῶν ἐν τοῖς Κονίοις προσαγορευομένοις, Ἀσδρούβαν δὲ τὸν Γέσκωνος περὶ Τάγου ποταμοῦ στόμα κατὰ τὴν Λυσιτανήν, τὸν δʼ ἕτερον Ἀσδρούβαν πολιορκεῖν τινα πόλιν ἐν τοῖς Καρπητανοῖς, οὐδένα δὲ τῶν προειρημένων ἐλάττω δέχʼ ἡμερῶν ὁδὸν ἀπέχειν τῆς Καινῆς πόλεως.

νομίζων οὖν, ἐὰν μὲν εἰς μάχην συνιέναι κρίνῃ τοῖς πολεμίοις, τὸ μὲν πρὸς πάντας ἅμα κινδυνεύειν ἐπισφαλὲς εἶναι τελέως καὶ διὰ τὸ προηττῆσθαι τοὺς πρὸ αὐτοῦ καὶ διὰ τὸ πολλαπλασίους εἶναι τοὺς ὑπεναντίους,

ἐὰν δὲ πρὸς ἕνα συμβαλεῖν σπεύδων, κἄπειτα τούτου φυγομαχήσαντος, ἐπιγενομένων δὲ τῶν ἄλλων δυνάμεων, συγκλεισθῇ που, κατάφοβος ἦν μὴ ταῖς αὐταῖς Γναΐῳ τῷ θείῳ