Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

λοιπὸν πρός τε τὸν τοῦ δήμου καὶ τὸν τῆς μητρὸς καιρὸν ἁρμοσάμενος εὐστόχως οὐ μόνον καθίκετο τῆς προθέσεως, ἀλλὰ καὶ μετά τινος ἐδόκει θείας ἐπιπνοίας αὐτὸ πράττειν.

οἱ γὰρ μὴ δυνάμενοι τοὺς καιροὺς μηδὲ τὰς αἰτίας καὶ διαθέσεις ἑκάστων ἀκριβῶς συνθεωρεῖν, ἢ διὰ φαυλότητα φύσεως ἢ διʼ ἀπειρίαν καὶ ῥᾳθυμίαν, εἰς θεοὺς καὶ τύχας ἀναφέρουσι τὰς αἰτίας τῶν διʼ ἀγχίνοιαν ἐκ λογισμοῦ καὶ προνοίας ἐπιτελουμένων.

ταῦτα μὲν οὖν εἰρήσθω μοι χάριν τῶν ἀκουόντων, ἵνα μὴ συγκαταφερόμενοι ψευδῶς τῇ καθωμιλημένῃ δόξῃ περὶ αὐτοῦ παραπέμπωσι τὰ σεμνότατα καὶ κάλλιστα τἀνδρός, λέγω δὲ τὴν ἐπιδεξιότητα καὶ φιλοπονίαν.

ἔτι δὲ μᾶλλον ἔσται τοῦτο συμφανὲς ἐπʼ αὐτῶν τῶν πράξεων.

οὐ μὴν ἀλλὰ τότε συνηθροισμένων τῶν δυνάμεων παρεκάλει μὴ καταπεπλῆχθαι τὴν προγεγενημένην περιπέτειαν·

οὐ γὰρ ταῖς ἀρεταῖς ἡττῆσθαι Ῥωμαίους ὑπὸ Καρχηδονίων οὐδέποτε, τῇ δὲ προδοσίᾳ τῇ Κελτιβήρων καὶ τῇ προπετείᾳ, διακλεισθέντων τῶν στρατηγῶν ἀπʼ ἀλλήλων διὰ τὸ πιστεῦσαι τῇ συμμαχίᾳ τῶν εἰρημένων.

ὧν ἑκάτερα νῦν ἔφη περὶ τοὺς πολεμίους ὑπάρχειν· χωρὶς γὰρ ἀπʼ ἀλλήλων πολὺ διεσπασμένους στρατοπεδεύειν, τοῖς τε συμμάχοις ὑβριστικῶς χρωμένους ἅπαντας ἀπηλλοτριωκέναι καὶ πολεμίους αὑτοῖς παρεσκευακέναι.

διὸ καὶ τοὺς μὲν ἤδη διαπέμπεσθαι πρὸς σφᾶς, τοὺς δὲ λοιπούς, ὡς ἂν τάχιστα θαρρήσωσι καὶ διαβάντας ἴδωσι τὸν ποταμόν, ἀσμένως ἥξειν, οὐχ οὕτως εὐνοοῦντας σφίσι, τὸ δὲ πλεῖον ἀμύνεσθαι σπουδάζοντας τὴν Καρχηδονίων εἰς αὐτοὺς ἀσέλγειαν,