Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ἐπὶ γὰρ ἐκείνης, εἴ τις παραστησάμενος ἄνθρωπον ἄπειρον μὲν καὶ ἀσυνήθη γραμματικῆς, τἄλλα δʼ ἀγχίνουν, κἄπειτα παιδάριον ἕξιν ἔχον παραστήσας καὶ δοὺς βυβλίον κελεύοι λέγειν τὰ γεγραμμένα,

δῆλον ὡς οὐκ ἂν δύναιτο πιστεῦσαι διότι δεῖ πρῶτον ἐπὶ τὰς ὄψεις τὰς ἑνὸς ἑκάστου τῶν γραμμάτων ἐπιστῆσαι τὸν ἀναγινώσκοντα, δεύτερον ἐπὶ τὰς δυνάμεις, τρίτον ἐπὶ τὰς πρὸς ἄλληλα συμπλοκάς, ὧν ἕκαστον ποσοῦ χρόνου τινὸς δεῖται.

διόπερ ὅταν ἀνεπιστάτως θεωρῇ τὸ παιδάριον ὑπὸ τὴν ἀναπνοὴν ἑπτὰ καὶ πέντε στίχους συνεῖρον, οὐκ ἂν εὐχερῶς δύναιτο πιστεῦσαι διότι πρότερον οὗτος οὐκ ἀνέγνωκε τὸ βυβλίον·

εἰ δὲ καὶ τὴν ὑπόκρισιν καὶ τὰς διαιρέσεις, ἔτι δὲ δασύτητας καὶ ψιλότητας δύναιτο συσσῴζειν, οὐδὲ τελέως.

διόπερ οὐκ ἀποστατέον οὐδενὸς τῶν χρησίμων διὰ τὰς προφαινομένας δυσχερείας, προσακτέον δὲ τὴν ἕξιν, ᾗ πάντα τὰ καλὰ γίνεται θηρατὰ τοῖς ἀνθρώποις, ἄλλως τε καὶ περὶ τῶν τοιούτων, ἐν οἷς πολλάκις κεῖται τὸ συνέχον τῆς σωτηρίας.

ταῦτα μὲν οὖν κατὰ τὴν ἐξ ἀρχῆς ἐπαγγελίαν προήχθημεν εἰπεῖν. ἔφαμεν γὰρ πάντα τὰ θεωρήματα καθʼ ἡμᾶς ἐπὶ τοσοῦτον εἰληφέναι τὰς προκοπάς, ὥστε τῶν πλείστων τρόπον τινὰ μεθοδικὰς εἶναι τὰς ἐπιστήμας.

διὸ καὶ τοῦτο γίνεται τῆς δεόντως ἱστορίας συντεταγμένης ὠφελιμώτατον.

οἱ δʼ Ἀπασιάκαι κατοικοῦσι μὲν ἀνὰ μέσον Ὄξου καὶ Τανάιδος, ὧν ὁ μὲν εἰς τὴν Ὑρκανίαν ἐμβάλλει θάλατταν, ὁ δὲ Τάναϊς ἐξίησιν εἰς τὴν Μαιῶτιν λίμνην· εἰσὶ δʼ ἑκάτεροι κατὰ τὸ μέγεθος πλωτοί.

καὶ δοκεῖ θαυμαστὸν εἶναι πῶς οἱ Νομάδες περαιούμενοι τὸν Ὄξον εἰς τὴν Ὑρκανίαν ἔρχονται πεζῇ μετὰ τῶν ἵππων.

εἰσὶ δὲ δύο λόγοι περὶ τούτου τοῦ πράγματος, ὁ μὲν ἐπιεικής, ὁ δʼ ἕτερος παράδοξος, οὐ μὴν ἀδύνατος.

ὁ γὰρ Ὄξος ἔχει μὲν ἐκ τοῦ Καυκάσου τὰς πηγάς, ἐπὶ πολὺ δʼ αὐξηθεὶς ἐν τῇ Βακτριανῇ, συρρεόντων εἰς αὐτὸν ὑδάτων, φέρεται διὰ πεδιάδος χώρας πολλῷ καὶ θολερῷ ῥεύματι.

παραγενόμενος δʼ εἰς τὴν ἔρημον ἐπί τινας πέτρας ἀπορρῶγας ἐξωθεῖ τὸ ῥεῦμα τῇ βίᾳ διὰ τὸ πλῆθος καὶ τὴν καταφορὰν τῶν ὑπερκειμένων τόπων ἐπὶ τοσοῦτον ὥστε τῆς πέτρας ἐν τοῖς κάτω μέρεσι πλεῖον ἢ στάδιον ἀφάλλεσθαι τὴν καταφορὰν αὐτοῦ.

διὰ δὴ τούτου τοῦ τόπου φασὶ τοὺς Ἀπασιάκας παρʼ αὐτὴν τὴν πέτραν ὑπὸ τὴν καταφορὰν τοῦ ποταμοῦ πεζεύειν μετὰ τῶν ἵππων εἰς τὴν Ὑρκανίαν.

ὁ δʼ ἕτερος λόγος ἐπιεικεστέραν ἔχει τοῦ πρόσθεν τὴν ἀπόφασιν. τοῦ γὰρ ὑποκειμένου τόπου μεγάλους ἔχοντος πλαταμῶνας, εἰς οὓς καταρράττει, τούτους φασὶ τῇ βίᾳ τοῦ ῥεύματος ἐκκοιλαίνοντα καὶ διαρρηγνύντα κατὰ βάθος ὑπὸ γῆν φέρεσθαι τόπον οὐ πολύν, εἶτʼ ἀναφαίνεσθαι πάλιν.

τοὺς δὲ βαρβάρους διὰ τὴν ἐμπειρίαν κατὰ τὸν διαλείποντα τόπον ποιεῖσθαι τὴν δίοδον ἐπὶ τῶν ἵππων εἰς τὴν Ὑρκανίαν. —