Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

οὐ μὴν ἀλλʼ ἐάν τις εὐτρεπῆ ποιήσῃ τὰ πρὸς τὸ πρᾶγμα, δύναται γίνεσθαι τὸ δέον.

καθʼ ἑκατέραν δὲ τὴν ἐπίνοιαν προμελετᾶν δεῖ τοὺς χειρίζοντας, ἵνα τῆς χρείας γινομένης ἀδιαπτώτως δύνωνται διασαφεῖν ἀλλήλοις.

πηλίκην δὲ συμβαίνει φαίνεσθαι τὴν διαφορὰν ἐπὶ τῶν αὐτῶν πραγμάτων πρῶτον λεγομένων καὶ πάλιν κατὰ συνήθειαν γινομένων, ἐκ πολλῶν εὐχερὲς τῷ βουλομένῳ καταμαθεῖν.

πολλὰ γὰρ οὐ μόνον τῶν δυσχερῶν, ἀλλὰ καὶ τῶν ἀδυνάτων εἶναι δοκούντων κατὰ τὰς ἀρχάς, μετὰ ταῦτα χρόνου καὶ συνηθείας τυχόντα ῥᾷστα πάντων ἐπιτελεῖται.

τοῦ δὲ τοιούτου λόγου παραδείγματα μὲν πολλὰ καὶ ἕτερα πρὸς πίστιν, ἐναργέστατον δὲ τὸ γινόμενον ἐπὶ τῆς ἀναγνώσεως.