Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ποιεῖσθαι τὴν ὁρμήν. προσπεσόντος δʼ αὐτῷ κατὰ τὸν καιρὸν τοῦτον τοὺς περὶ τὸν Ἄτταλον διάραντας καὶ προσορμήσαντας τῇ Πεπαρήθῳ κατεσχηκέναι τὴν χώραν, τούτοις μὲν ἐξαπέστειλε τοὺς παραφυλάξοντας τὴν πόλιν,

εἰς δὲ Φωκέας καὶ τοὺς κατὰ τὴν Βοιωτίαν τόπους Πολυφάνταν ἐξέπεμψε μετὰ συμμέτρου δυνάμεως, εἰς δὲ Χαλκίδα καὶ τὴν ἄλλην Εὔβοιαν Μένιππον, ἔχοντα πελταστὰς χιλίους, Ἀγριᾶνας πεντακοσίους.

αὐτὸς δὲ προῆγε ποιούμενος τὴν πορείαν εἰς Σκοτοῦσαν, παραπλησίως δὲ καὶ τοῖς Μακεδόσιν εἰς ταύτην τὴν πόλιν παρήγγειλεν ἀπαντᾶν.

πυθόμενος δὲ τοὺς περὶ τὸν Ἄτταλον εἰς Νίκαιαν καταπεπλευκέναι, τῶν δʼ Αἰτωλῶν τοὺς ἄρχοντας εἰς Ἡράκλειαν ἁθροίζεσθαι χάριν τοῦ κοινολογηθῆναι πρὸς ἀλλήλους ὑπὲρ τῶν ἐνεστώτων, ἀναλαβὼν τὴν δύναμιν ἐκ τῆς Σκοτούσης ὥρμησε σπεύδων καταταχῆσαι καὶ πτοήσας διασῦραι τὴν σύνοδον αὐτῶν.

τοῦ μὲν οὖν συλλόγου καθυστέρει, τὸν δὲ σῖτον φθείρας καὶ παρελόμενος τῶν περὶ τὸν Αἰνιᾶνα κόλπον κατοικούντων ἐπανῆλθε.

καὶ τὴν μὲν δύναμιν ἐν τῇ Σκοτούσῃ πάλιν ἀπέλειπε, μετὰ δὲ τῶν εὐζώνων καὶ τῆς βασιλικῆς ἴλης εἰς Δημητριάδα καταλύσας ἔμενε, καραδοκῶν τὰς τῶν ἐναντίων ἐπιβολάς.

ἵνα δὲ μηδὲν αὐτὸν λανθάνῃ τῶν πραττομένων, διεπέμψατο πρὸς Πεπαρηθίους καὶ πρὸς τοὺς ἐπὶ τῆς Φωκίδος, ὁμοίως δὲ καὶ πρὸς τοὺς ἐπὶ τῆς Εὐβοίας, καὶ παρήγγειλε διασαφεῖν αὑτῷ πάντα τὰ γινόμενα διὰ τῶν πυρσῶν ἐπὶ τὸ Τίσαιον. τοῦτο δʼ ἐστὶ τῆς Θετταλίας ὄρος,

εὐφυῶς κείμενον πρὸς τὰς τῶν προειρημένων τόπων περιφάσεις.