Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ὃ δὴ καὶ περὶ πολλοὺς ἤδη γέγονε. μεγάλου γὰρ ὄντος, ὡς πλεονάκις ἡμῖν εἴρηται, τοῦ κατορθοῦν ἐν πράγμασι καὶ περιγίνεσθαι τῶν ἐχθρῶν ἐν ταῖς ἐπιβολαῖς, πολλῷ μείζονος ἐμπειρίας προσδεῖται καὶ φυλακῆς τὸ καλῶς χρήσασθαι τοῖς κατορθώμασι·

διὸ καὶ πολλαπλασίους ἂν εὕροι τις τοὺς ἐπὶ προτερημάτων γεγονότας τῶν καλῶς τοῖς προτερήμασι κεχρημένων. ὃ καὶ τότε περὶ τοὺς Καρχηδονίους συνέβη γενέσθαι.

μετὰ γὰρ τὸ νικῆσαι μὲν τὰς Ῥωμαίων δυνάμεις, ἀποκτεῖναι δὲ τοὺς στρατηγοὺς ἀμφοτέρους, Πόπλιον καὶ Γνάϊον, ὑπολαβόντες ἀδήριτον αὐτοῖς ὑπάρχειν τὴν Ἰβηρίαν, ὑπερηφάνως ἐχρῶντο τοῖς κατὰ τὴν χώραν.

τοιγαροῦν ἀντὶ συμμάχων καὶ φίλων πολεμίους ἔσχον τοὺς ὑποταττομένους.

καὶ τοῦτʼ εἰκότως ἔπαθον· ἄλλως μὲν γὰρ ἐπειδήπερ ὑπέλαβον δεῖν κτᾶσθαι τὰς ἀρχάς, ἄλλως δὲ τηρεῖν, οὐκ ἔμαθον διότι κάλλιστα φυλάττουσι τὰς ὑπεροχὰς οἱ κάλλιστα διαμείναντες ἐπὶ τῶν αὐτῶν προαιρέσεων, αἷς ἐξ ἀρχῆς κατεκτήσαντο τὰς δυναστείας,

καίτοι γε προφανοῦς ὄντος καὶ ἐπὶ πολλῶν ἤδη τεθεωρημένου διότι κτῶνται μὲν ἄνθρωποι τὰς εὐκαιρίας εὖ ποιοῦντες καὶ προτεινόμενοι τὴν ἀγαθὴν ἐλπίδα τοῖς πέλας,

ἐπειδὰν δὲ τῶν ἐπιθυμουμένων τυχόντες κακῶς ποιῶσι καὶ δεσποτικῶς ἄρχωσι τῶν ὑποτεταγμένων, εἰκότως ἅμα ταῖς τῶν προεστώτων μεταβολαῖς συμμεταπίπτουσι καὶ τῶν ὑποταττομένων αἱ προαιρέσεις. ὃ καὶ τότε συνέβη τοῖς Καρχηδονίοις.

Ἀσδρούβας μὲν οὖν ἐν τοιαύταις περιστάσεσι πολλὰς καὶ ποικίλας ἐποιεῖτο περὶ τῶν ἐπιφερομένων πραγμάτων ἐννοίας.