Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

μεγάλην μὲν αὐτῷ πρὸς τὸ παρὸν ἔφη, μεγάλην δʼ εἰς τὸ μέλλον παρέξεσθαι χρείαν.

παραυτίκα μὲν γὰρ θεασαμένους τοὺς Ἴβηρας πρός τε τὴν φιλίαν αὑτὸν προσδεδεγμένον καὶ τετευχότα τῶν ἀξιουμένων πάντας ἐπὶ τὸ παραπλήσιον ἥξειν, σπουδάζοντας κομίσασθαι τοὺς ἀναγκαίους καὶ τυχεῖν τῆς Ῥωμαίων συμμαχίας·

εἰς δὲ τὸν μετὰ ταῦτα χρόνον προκαταληφθέντας τῇ τοιαύτῃ τιμῇ καὶ φιλανθρωπίᾳ συναγωνιστὰς ἀπροφασίστους ὑπάρξειν αὐτῷ πρὸς τὰ κατάλοιπα τῶν ἔργων.

διόπερ ἠξίου τὴν γυναῖκα καὶ τὰ τέκνα κομίσασθαι, καὶ κριθεὶς φίλος ἐπανελθεῖν εἰς τὴν οἰκείαν, ἵνα λαβὼν ἀφορμὴν εὔλογον ἐναποδείξηται τὴν αὑτοῦ καὶ τῶν φίλων εὔνοιαν κατὰ δύναμιν εἴς τε τὸν Πόπλιον αὐτὸν καὶ τὰ Ῥωμαίων πράγματα.

Ἐδεκὼν μὲν οὖν τοιαῦτα

διαλεχθεὶς ἐπέσχεν· ὁ δὲ Πόπλιος, καὶ πάλαι πρὸς τοῦτο τὸ μέρος ἕτοιμος ὢν καὶ συλλελογισμένος παραπλήσια τοῖς ὑπὸ τοῦ Ἐδεκῶνος εἰρημένοις, τὴν γυναῖκα καὶ τὰ τέκνα παρέδωκεν αὐτῷ καὶ τὴν φιλίαν συνέθετο.

πρὸς δὲ τούτοις παρὰ τὴν συνουσίαν ποικίλως ψυχαγωγήσας τὸν Ἴβηρα καὶ πᾶσι τοῖς αὐτοῦ μεγάλας εἰς τὸ μέλλον ἐλπίδας ὑπογράψας, οὕτως εἰς τὴν οἰκείαν ἐξαπέστειλε.