Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

διὸ καὶ τὸν Ἀννίβαν κατὰ πολλοὺς τρόπους ἀγαθὸν ἡγεμόνα κρίνων,

κατὰ τοῦτο μάλιστά τις ἂν ἐπισημήναιτο, διότι πολλοὺς μὲν χρόνους ἐν τῇ πολεμίᾳ διατρίψας, πολλοῖς δὲ καιροῖς καὶ ποικίλοις χρησάμενος, ἔσφηλε μὲν τοὺς ὑπεναντίους πολλάκις ἐν ταῖς κατὰ μέρος χρείαις διὰ τὴν ἰδίαν ἀγχίνοιαν, ἐσφάλη δʼ οὐδέποτε τοσούτους καὶ τηλικούτους ἀγῶνας χειρίσας·

τοιαύτην ἐποιεῖτο τὴν πρόνοιαν, ὡς ἔοικε, περὶ τῆς ἀσφαλείας αὑτοῦ. καὶ μάλʼ εἰκότως· ἀκεραίου μὲν γὰρ καὶ σῳζομένου τοῦ προεστῶτος,

κἄν ποτε πέσῃ τὰ ὅλα, πολλὰς ἀφορμὰς ἡ τύχη δίδωσι πρὸς τὸ πάλιν ἀνακτήσασθαι τὰς ἐκ τῶν περιπετειῶν ἐλαττώσεις·

πταίσαντος δέ, καθάπερ ἐν νηὶ τοῦ κυβερνήτου, κἂν [τὸ νικᾶν] ἡ τύχη τοῖς πολλοῖς παραδιδῷ κρατεῖν τῶν ἐχθρῶν, οὐδὲν ὄφελος γίνεται διὰ τὸ πάσας ἐξηρτῆσθαι τὰς ἐλπίδας ἑκάστοις ἐκ τῶν ἡγουμένων.

ταῦτα μὲν οὖν εἰρήσθω μοι πρὸς τοὺς ἢ διὰ κενοδοξίαν ἢ μειρακιώδει παραστάσει περιπίπτοντας τοῖς τοιούτοις ἀλογήμασιν ἢ διʼ ἀπειρίαν ἢ διὰ καταφρόνησιν·

ἓν γὰρ ἀεί τι τῶν προειρημένων αἴτιον γίνεται τῶν τοιούτων περιπετειῶν. —

οἱ δὲ καταρράκτας,

οὓς εἶχον ὀλίγον ἐξωτέρω διὰ μηχανημάτων ἀνημμένους, αἰφνίδιον καθῆκαν καὶ ἐπεβάλοντο, καὶ τούτους κατασχόντες πρὸ τοῦ τείχους ἀνεσκολόπισαν.

κατὰ δὲ τὴν Ἰβηρίαν Πόπλιος ὁ τῶν Ῥωμαίων στρατηγός, ποιούμενος τὴν παραχειμασίαν ἐν Ταρράκωνι, καθάπερ ἐν τοῖς πρὸ τούτων δεδηλώκαμεν, πρῶτον μὲν τοὺς Ἴβηρας εἰς τὴν αὑτῶν φιλίαν καὶ πίστιν ἐνεδήσατο διὰ τῆς τῶν ὁμήρων ἑκάστοις ἀποδόσεως,

λαβὼν συναγωνιστὴν ἐκ ταὐτομάτου πρὸς τοῦτο τὸ μέρος Ἐδεκῶνα τὸν Ἐδετανῶν δυνάστην, ὃς ἅμα τῷ προσπεσεῖν τὴν Καρχηδόνος ἅλωσιν καὶ γενέσθαι κύριον τῆς γυναικὸς αὐτοῦ καὶ τῶν υἱῶν τὸν Πόπλιον, εὐθέως συλλογισάμενος τὴν ἐσομένην τῶν Ἰβήρων μεταβολὴν ἀρχηγὸς ἐβουλήθη γενέσθαι τῆς αὐτῆς ὁρμῆς,

μάλιστα πεπεισμένος οὕτως τὴν γυναῖκα καὶ τὰ τέκνα κομιεῖσθαι καὶ δόξειν οὐ κατʼ ἀνάγκην, ἀλλὰ κατὰ πρόθεσιν αἱρεῖσθαι τὰ Ῥωμαίων· ἃ καὶ συνέβη γενέσθαι.

τῶν γὰρ δυνάμεων ἄρτι διαφειμένων εἰς τὴν παραχειμασίαν παρῆν εἰς τὴν Ταρράκωνα μετὰ τῶν οἰκείων καὶ φίλων.