Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ὁ δὲ βασιλεὺς συνθεασάμενος Ὑπερβάσαν ἀπέστειλε μετὰ τῶν μισθοφόρων· οὗ συμμίξαντος οἱ βάρβαροι ῥίψαντες τὰς ἀποσκευὰς αὖθις εἰς τὴν πόλιν ἔφυγον.

τῶν δὲ πελταστῶν ἐνεργῶς βιαζομένων διὰ τοῦ πτώματος, ἀπελπίσαντες σφᾶς αὐτοὺς παρέδοσαν.

Ἀχριανή, πόλις Ὑρκανίας.

Πολύβιος δεκάτῳ.

Καλλιόπη, πόλις Παρθυαίων.

Πολύβιος δεκάτῳ.

βουλόμενοι δʼ οἱ ὕπατοι κατοπτεῦσαι σαφῶς τὰ πρὸς τὴν τῶν ὑπεναντίων στρατοπεδείαν κεκλιμένα μέρη τοῦ λόφου, τοῖς μὲν ἐν τῷ χάρακι μένειν κατὰ χώραν ἐπήγγειλαν,

αὐτοὶ δὲ τῶν ἱππέων ἀναλαβόντες ἴλας δύο καὶ γροσφομάχους μετὰ τῶν ῥαβδοφόρων εἰς τριάκοντα προῆγον, κατασκεψόμενοι τοὺς τόπους.

τῶν δὲ Νομάδων εἰθισμένοι τινὲς τοῖς ἀκροβολιζομένοις καὶ καθόλου προπορευομένοις ἐκ τοῦ τῶν ὑπεναντίων χάρακος ἐνέδρας ποιεῖν, ὑπεστάλκεισαν κατά τινα συντυχίαν ὑπὸ τὸν λόφον.

οἷς τοῦ σκοποῦ σημήναντος ὅτι παραγίνονταί τινες κατʼ ἄκρον τὸν βουνὸν ὑπερδέξιοι ʼκείνων, ἐξαναστάντες καὶ παρὰ πλάγια ποιησάμενοι τὴν πορείαν ἀποτέμνονται τοὺς στρατηγοὺς καὶ διακλείουσιν ἀπὸ τῆς ἰδίας παρεμβολῆς.