Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

πλὴν ἔστι γε τὰ βασίλεια τῷ μὲν μεγέθει σχεδὸν ἑπτὰ σταδίων ἔχοντα τὴν περιγραφήν, τῇ δὲ τῶν κατὰ μέρος κατασκευασμάτων πολυτελείᾳ μεγάλην ἐμφαίνοντα τὴν τῶν ἐξ ἀρχῆς καταβαλλομένων εὐκαιρίαν.

οὔσης γὰρ τῆς ξυλείας ἁπάσης κεδρίνης καὶ κυπαριττίνης, οὐδεμίαν αὐτῶν γεγυμνῶσθαι συνέβαινεν, ἀλλὰ καὶ τὰς δοκοὺς καὶ τὰ φατνώματα καὶ τοὺς κίονας τοὺς ἐν ταῖς στοαῖς καὶ περιστύλοις, τοὺς μὲν ἀργυραῖς, τοὺς δὲ χρυσαῖς λεπίσι περιειλῆφθαι, τὰς δὲ κεραμίδας ἀργυρᾶς εἶναι πάσας.

τούτων δὲ τὰ μὲν πλεῖστα συνέβη λεπισθῆναι κατὰ τὴν Ἀλεξάνδρου καὶ Μακεδόνων ἔφοδον, τὰ δὲ λοιπὰ κατὰ τὴν Ἀντιγόνου καὶ Σελεύκου τοῦ Νικάνορος δυναστείαν.

ὅμως δὲ κατὰ τὴν Ἀντιόχου παρουσίαν ὅ τε ναὸς αὐτὸς ὁ τῆς Αἴνης προσαγορευόμενος ἔτι τοὺς κίονας εἶχε τοὺς πέριξ κεχρυσωμένους, καὶ κεραμίδες ἀργυραῖ καὶ πλείους ἐν αὐτῷ συνετέθειντο, πλίνθοι δὲ χρυσαῖ τινες ὀλίγαι μὲν ἦσαν, ἀργυραῖ δὲ καὶ πλείους ὑπέμενον.

ἐκ δὲ πάντων τῶν προειρημένων τὸ χαραχθὲν εἰς τὸ βασιλικὸν ἡθροίσθη νόμισμα μικρῷ λεῖπον τετρακισχιλίων ταλάντων. —

ἕως μὲν οὖν τούτων τῶν τόπων ἤλπισεν αὐτὸν ἥξειν Ἀρσάκης, τὴν δʼ ἔρημον τὴν τούτοις πρόσχωρον οὐ τολμήσειν ἔτι δυνάμει τηλικαύτῃ διεκβαλεῖν, καὶ μάλιστα διὰ τὴν ἀνυδρίαν.

ἐπιπολῆς μὲν γὰρ οὐδέν ἐστι φαινόμενον ὕδωρ ἐν τοῖς προειρημένοις τόποις, ὑπόνομοι δὲ πλείους εἰσὶ καὶ διὰ τῆς ἐρήμου φρεατίας ἔχοντες ἀγνοουμένας τοῖς ἀπείροις.

περὶ δὲ τούτων ἀληθὴς παραδίδοται λόγος διὰ τῶν ἐγχωρίων, ὅτι καθʼ οὓς χρόνους Πέρσαι τῆς Ἀσίας ἐπεκράτουν, ἔδωκαν τοῖς ἐπί τινας τόπους τῶν μὴ πρότερον ἀρδευομένων ἐπεισαγομένοις ὕδωρ πηγαῖον ἐπὶ πέντε γενεὰς καρπεῦσαι τὴν χώραν·

ὅθεν ἔχοντος τοῦ Ταύρου πολλὰς καὶ μεγάλας ὑδάτων ἀπορρύσεις, πᾶσαν ἐπεδέχοντο δαπάνην καὶ κακοπάθειαν, ἐκ μακροῦ κατασκευάζοντες τοὺς ὑπονόμους, ὥστε κατὰ τοὺς νῦν καιροὺς μηδὲ τοὺς χρωμένους τοῖς ὕδασι γινώσκειν τὰς ἀρχὰς τῶν ὑπονόμων πόθεν ἔχουσι τὰς ἐπιρρύσεις.