Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

νομίζοντες ταύτην οἰκειοτέραν εἶναι καὶ τοῖς γράφουσι καὶ τοῖς ἀναγινώσκουσι τὴν ἐπισημασίαν.

ἔστι τοίνυν ἡ Μηδία κατά τε τὸ μέγεθος τῆς χώρας ἀξιοχρεωτάτη τῶν κατὰ τὴν Ἀσίαν δυναστειῶν καὶ κατὰ τὸ πλῆθος καὶ κατὰ τὰς ἀρετὰς τῶν ἀνδρῶν, ὁμοίως δὲ καὶ τῶν ἵππων·

τοῖς γὰρ ζῴοις τούτοις σχεδὸν ἅπασαν χορηγεῖ τὴν Ἀσίαν τῷ καὶ τὰ βασιλικὰ συστήματα τῶν ἱπποτροφιῶν Μήδοις ἐπιτετράφθαι διὰ τὴν τῶν τόπων εὐφυΐαν.

περιοικεῖται δὲ πόλεσιν Ἑλληνίσι κατὰ τὴν ὑφήγησιν τὴν Ἀλεξάνδρου, φυλακῆς ἕνεκεν τῶν συγκυρούντων αὐτῇ βαρβάρων πλὴν Ἐκβατάνων.

αὕτη δʼ ἔκτισται μὲν ἐν τοῖς πρὸς τὰς ἄρκτους μέρεσι τῆς Μηδίας, ἐπίκειται δὲ τοῖς περὶ τὴν Μαιῶτιν καὶ τὸν Εὔξεινον μέρεσι τῆς Ἀσίας,

ἦν δὲ βασίλειον ἐξ ἀρχῆς Μήδων, πλούτῳ δὲ καὶ τῇ τῆς κατασκευῆς πολυτελείᾳ μέγα τι παρὰ τὰς ἄλλας δοκεῖ διενηνοχέναι πόλεις.

κεῖται μὲν οὖν ὑπὸ τὴν παρώρειαν τὴν παρὰ τὸν Ὀρόντην, ἀτείχιστος οὖσα, ἄκραν δʼ ἐν αὑτῇ χειροποίητον ἔχει, θαυμασίως πρὸς ὀχυρότητα κατεσκευασμένην.