Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ὁ δὲ Πόπλιος ἔχων ἑτοίμους τοὺς καθηγεμόνας ἐμβαίνειν παρεκελεύετο καὶ θαρρεῖν τοὺς πρὸς τὴν χρείαν ταύτην ἡτοιμασμένους·

καὶ γὰρ ἦν εὖ πεφυκώς, εἰ καὶ πρὸς ἄλλο τι, πρὸς τὸ θάρσος ἐμβαλεῖν καὶ συμπαθεῖς ποιῆσαι τοὺς παρακαλουμένους.

τότε δὴ πειθαρχησάντων αὐτῶν καὶ διὰ τοῦ τέλματος ἁμιλλωμένων, ἅπαν τὸ στρατόπεδον ὑπέλαβε μετά τινος θεοῦ προνοίας γίνεσθαι τὸ συμβαῖνον.

ἐξ οὗ καὶ μνησθέντες τῶν κατὰ τὸν Ποσειδῶ καὶ τῆς τοῦ Ποπλίου κατὰ τὴν παράκλησιν ἐπαγγελίας, ἐπὶ τοσοῦτο ταῖς ψυχαῖς παρωρμήθησαν ὡς συμφράξαντες καὶ βιασάμενοι πρὸς τὴν πύλην ἔξωθεν ἐπεχείρουν διακόπτειν τοῖς πελέκεσι καὶ ταῖς ἀξίναις τὰς θύρας.

οἱ δὲ διὰ τῶν τελμάτων ἐγγίσαντες τῷ τείχει, καὶ καταλαβόντες ἐρήμους τὰς ἐπάλξεις, οὐ μόνον προσέθεσαν ἀσφαλῶς τὰς κλίμακας, ἀλλὰ καὶ κατέσχον ἀναβάντες ἀμαχητὶ τὸ τεῖχος,

ἅτε τῶν ἔνδον περισπωμένων μὲν περὶ τοὺς ἄλλους τόπους, καὶ μάλιστα τοὺς κατὰ τὸν ἰσθμὸν καὶ τὴν ταύτῃ πύλην, οὐδέποτε δʼ ἂν ἐλπισάντων ἐγγίσαι τῷ τείχει τοὺς πολεμίους κατὰ τὸν τῆς λίμνης τόπον,

τὸ δὲ πλεῖστον, ὑπὸ τῆς ἀτάκτου κραυγῆς καὶ τῆς συμμίκτου πολυοχλίας οὐ δυναμένων οὔτʼ ἀκούειν οὔτε συνορᾶν τῶν δεόντων οὐδέν.

οἱ δὲ Ῥωμαῖοι κρατήσαντες τοῦ τείχους τὸ μὲν πρῶτον ἐπεπορεύοντο κατὰ τὴν ἐφοδείαν ἀποσύροντες τοὺς πολεμίους, μεγάλα συμβαλλομένης αὐτοῖς τῆς ὁπλίσεως πρὸς τοῦτο τὸ γένος τῆς χρείας·

ἐπεὶ δʼ ἀφίκοντο πρὸς τὴν πύλην, οἱ μὲν καταβάντες διέκοπτον τοὺς μοχλούς, οἱ δʼ ἔξωθεν εἰσέπιπτον, οἱ δὲ διὰ τῶν κλιμάκων βιαζόμενοι κατὰ τὸν ἰσθμόν, ἤδη κρατοῦντες τῶν ἀμυνομένων, ἐπέβαινον ἐπὶ τὰς ἐπάλξεις.