Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ὁ δὲ Πόπλιος ἐδίδου μὲν αὑτὸν εἰς τὸν κίνδυνον, ἐποίει δὲ τοῦτο κατὰ δύναμιν ἀσφαλῶς·

εἶχε γὰρ μεθʼ αὑτοῦ τρεῖς ἄνδρας θυρεοφοροῦντας, οἳ παρατιθέντες τοὺς θυρεοὺς καὶ τὴν ἀπὸ τοῦ τείχους ἐπιφάνειαν σκεπάζοντες ἀσφάλειαν αὐτῷ παρεσκεύαζον.

διὸ παρὰ τὰ πλάγια καὶ τοὺς ὑπερδεξίους τόπους ἐπιπαριὼν μεγάλα συνεβάλλετο πρὸς τὴν χρείαν·

ἅμα μὲν γὰρ ἑώρα τὸ γινόμενον, ἅμα δʼ αὐτὸς ὑπὸ πάντων ὁρώμενος ἐνειργάζετο προθυμίαν τοῖς ἀγωνιζομένοις.

ἐξ οὗ συνέβαινε μηδὲν ἐλλιπὲς γίνεσθαι τῶν πρὸς τὸν κίνδυνον, ἀλλʼ ὁπότε τινʼ αὐτῷ πρὸς τὸ προκείμενον ὁ καιρὸς ὑποδείξειε, πᾶν ἐκ χειρὸς ἀεὶ συνηργεῖτο πρὸς τὸ δέον.

ὁρμησάντων δὲ ταῖς κλίμαξι περὶ τὴν ἀνάβασιν τῶν πρώτων τεθαρρηκότως, οὐχ οὕτως τὸ πλῆθος τῶν ἀμυνομένων ἐπικίνδυνον ἐποίει τὴν προσβολὴν ὡς τὸ μέγεθος τῶν τειχῶν.

διὸ καὶ μᾶλλον ἐπερρώσθησαν οἱ κατὰ τὰ τείχη, θεωροῦντες τὴν δυσχρηστίαν τῶν συμβαινόντων.

ἔνιαι μὲν γὰρ συνετρίβοντο τῶν κλιμάκων, πολλῶν ἅμα διὰ τὸ μέγεθος συνεπιβαινόντων· ἐφʼ αἷς δʼ οἱ πρῶτοι προσβαίνοντες ἐσκοτοῦντο διὰ τὴν εἰς ὕψος ἀνάτασιν καὶ βραχείας προσδεόμενοι τῆς ἐκ τῶν ἀμυνομένων ἀντιπράξεως ἐρρίπτουν σφᾶς αὐτοὺς ἀπὸ τῶν κλιμάκων.