Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

τούτῳ δʼ ὁ ἀπὸ τῆς δύσεως ἀντίκειται, παραπλησίαν θέσιν ἔχων, ἐφʼ οὗ καὶ βασίλεια κατεσκεύασται πολυτελῶς, ἅ φασιν Ἀσδρούβαν ποιῆσαι, μοναρχικῆς ὀρεγόμενον ἐξουσίας.

αἱ δὲ λοιπαὶ τρεῖς τῶν ἐλαττόνων βουνῶν ὑπεροχαὶ τὸ πρὸς ἄρκτον αὐτῆς μέρος περιέχουσι.

καλεῖται δὲ τῶν τριῶν ὁ μὲν πρὸς ἀνατολὰς νεύων Ἡφαίστου, τούτῳ δʼ ὁ συνεχὴς Ἀλήτου — δοκεῖ δʼ οὗτος εὑρετὴς γενόμενος τῶν ἀργυρείων μετάλλων ἰσοθέων τετευχέναι τιμῶν — ὁ δὲ τρίτος προσαγορεύεται Κρόνου.

συμβαίνει δὲ τὴν λίμνην τῇ παρακειμένῃ θαλάττῃ σύρρουν γεγονέναι χειροποιήτως χάριν τῶν θαλαττουργῶν.

κατὰ δὲ τὴν τοῦ διείργοντος αὐτὰς χείλους διακοπὴν γέφυρα κατεσκεύασται πρὸς τὸ καὶ τὰ ὑποζύγια καὶ τὰς ἁμάξας ταύτῃ ποιεῖσθαι τὴν παρακομιδὴν τῶν ἐκ τῆς χώρας ἀναγκαίων.

τοιαύτης δʼ ὑπαρχούσης τῆς διαθέσεως τῶν τόπων, ἀσφαλίζεσθαι συνέβαινε τοῖς Ῥωμαίοις τὴν στρατοπεδείαν κατὰ τὴν ἐντὸς ἐπιφάνειαν ἀκατασκεύως ὑπό τε τῆς λίμνης καὶ τῆς ἐπὶ θάτερα θαλάττης.

τὸ δὲ μεταξὺ τούτων διάστημα τὸ συνάπτον τὴν πόλιν πρὸς τὴν ἤπειρον ἀχαράκωτον εἴασε, κατὰ μέσην ὑπάρχον τὴν αὑτοῦ στρατοπεδείαν,

εἴτε καὶ καταπλήξεως χάριν εἴτε καὶ πρὸς τὴν ἐπιβολὴν ἁρμοζόμενος, ὅπως ἀνεμποδίστους ἔχῃ καὶ τὰς ἐξαγωγὰς καὶ τὰς ἀναχωρήσεις εἰς τὴν παρεμβολήν.