Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ὁμοίως δὲ καὶ τῶν Ἑλληνίδων πόλεων Ῥήγιον καὶ Καυλωνία καὶ Λοκροὶ καὶ Κρότων, ἔτι δὲ Μεταπόντιον καὶ Θούριοι ταύτην ἐπέχουσι τὴν παραλίαν,

ὥστε καὶ τοὺς ἀπὸ Σικελίας καὶ τοὺς ἀπὸ τῆς Ἑλλάδος φερομένους ἐπί τινα τόπον τῶν προειρημένων κατʼ ἀνάγκην ὁρμεῖν ἐν τοῖς τῶν Ταραντίνων λιμέσι, καὶ τὰς ἀμείψεις καὶ τὰς οἰκονομίας πρὸς πάντας τοὺς κατέχοντας ταύτην τὴν πλευρὰν τῆς Ἰταλίας ἐν ταύτῃ ποιεῖσθαι τῇ πόλει.

τεκμήραιτο δʼ ἄν τις τοῦ τόπου τὴν εὐκαιρίαν ἐκ τῆς περὶ Κροτωνιάτας γενομένης εὐδαιμονίας. ἐκεῖνοι γὰρ θερινοὺς ἔχοντες ὅρμους καὶ βραχεῖάν τινα παντελῶς προσαγωγήν, μεγάλην εὐδαιμονίαν δοκοῦσι περιποιήσασθαι διʼ οὐδὲν ἕτερον ἢ διὰ τὴν τῶν τόπων εὐφυΐαν, ἣν οὐδὲ συγκρίνειν ἄξιόν ἐστι τοῖς Ταραντίνων λιμέσι καὶ τόποις.