Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

οὐ μὴν ἀλλὰ καὶ Ῥωμαῖοι τηροῦντες τὰ κατὰ τὰς συνθήκας δίκαια προθυμίας οὐδὲν ἀπέλειπον.

ἐν ἀρχαῖς μὲν γὰρ ἐγένετό τις ἀμφισβήτησις ἐξ ἀμφοῖν διά τινας τοιαύτας αἰτίας.

τῶν Καρχηδονίων τοὺς πλέοντας ἐξ Ἰταλίας εἰς Λιβύην καὶ χορηγοῦντας τοῖς πολεμίοις καταγόντων ὡς αὑτούς, καὶ σχεδὸν ἁθροισθέντων τούτων εἰς τὴν φυλακὴν εἰς τοὺς πεντακοσίους, ἠγανάκτησαν οἱ Ῥωμαῖοι.

μετὰ δὲ ταῦτα διαπρεσβευσάμενοι καὶ κομισάμενοι διὰ λόγου πάντας ἐπὶ τοσοῦτον εὐδόκησαν ὥστε παραχρῆμα τοῖς Καρχηδονίοις ἀντιδωρήσασθαι τοὺς ὑπολειπομένους παρʼ αὐτοῖς αἰχμαλώτους ἐκ τοῦ περὶ Σικελίαν πολέμου.

ἀπὸ δὲ τούτου τοῦ καιροῦ πρὸς ἕκαστα τῶν παρακαλουμένων ἑτοίμως καὶ φιλανθρώπως ὑπήκουον.

διὸ καὶ πρὸς μὲν τοὺς Καρχηδονίους ἐπέτρεψαν τοῖς ἐμπόροις ἐξαγαγεῖν αἰεὶ τὸ κατεπεῖγον, πρὸς δὲ τοὺς πολεμίους ἐκώλυσαν.

μετὰ δὲ ταῦτα τῶν μὲν ἐν τῇ Σαρδόνι μισθοφόρων, καθʼ ὃν καιρὸν ἀπὸ τῶν Καρχηδονίων ἀπέστησαν, ἐπισπωμένων αὐτοὺς ἐπὶ τὴν νῆσον οὐχ ὑπήκουσαν· τῶν δʼ Ἰτυκαίων ἐγχειριζόντων σφᾶς, οὐ προσεδέξαντο, τηροῦντες τὰ κατὰ τὰς συνθήκας δίκαια.

Καρχηδόνιοι μὲν οὖν τῆς παρὰ τῶν προειρημένων φίλων τυγχάνοντες ἐπικουρίας ὑπέμενον τὴν

πολιορκίαν. τοῖς δὲ περὶ τὸν Μάθω καὶ Σπένδιον οὐχ ἧττον πολιορκεῖσθαι συνέβαινεν ἢ πολιορκεῖν.

εἰς τοιαύτην γὰρ αὐτοὺς οἱ περὶ τὸν Ἀμίλκαν ἔνδειαν καθίστασαν τῶν ἐπιτηδείων ὥστʼ ἀναγκασθῆναι τέλος αὐτοὺς διαλῦσαι τὴν πολιορκίαν.

μετὰ δέ τινα χρόνον ἁθροίσαντες τῶν τε μισθοφόρων τοὺς ἀρίστους καὶ Λιβύων, τοὺς ἅπαντας εἰς πεντακισμυρίους, μεθʼ ὧν ἦν καὶ Ζάρζας ὁ Λίβυς ἔχων τοὺς ὑφʼ αὑτὸν ταττομένους, ὥρμησαν αὖθις ἀντιπαράγειν ἐν τοῖς ὑπαίθροις καὶ τηρεῖν τοὺς περὶ τὸν Ἀμίλκαν.

τῶν μὲν οὖν πεδινῶν τόπων ἀπείχοντο, καταπεπληγμένοι τὰ θηρία καὶ τοὺς περὶ τὸν Ναραύαν ἱππεῖς, τοὺς δʼ ὀρεινοὺς καὶ στενοὺς ἐπειρῶντο προκαταλαμβάνειν.

ἐν οἷς καιροῖς συνέβη ταῖς μὲν ἐπιβολαῖς καὶ τόλμαις μηδὲν αὐτοὺς λείπεσθαι τῶν ὑπεναντίων, διὰ δὲ τὴν ἀπειρίαν πολλάκις ἐλαττοῦσθαι.

τότε γὰρ ἦν, ὡς ἔοικε, συνιδεῖν ἐπʼ αὐτῆς τῆς ἀληθείας πηλίκην ἔχει διαφορὰν ἐμπειρία μεθοδικὴ καὶ στρατηγικὴ δύναμις ἀπειρίας καὶ τριβῆς ἀλόγου καὶ στρατιωτικῆς.