Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ὁ μὲν οὖν Αὐτάριτος καὶ Σπένδιος διέφυγον, τῶν δὲ λοιπῶν ἔπεσον μὲν εἰς μυρίους, ἑάλωσαν δʼ εἰς τετρακισχιλίους.

ἐπιτελεσθέντος δὲ τοῦ κατορθώματος, Ἀμίλκας τοῖς μὲν βουλομένοις τῶν αἰχμαλώτων μεθʼ ἑαυτοῦ συστρατεύειν ἐξουσίαν ἔδωκε καὶ καθώπλιζε τοῖς ἀπὸ τῶν πολεμίων σκύλοις,

τοὺς δὲ μὴ βουλομένους ἁθροίσας παρεκάλει φάσκων, ἕως μὲν τοῦ νῦν συγγνώμην αὐτοῖς ἔχειν τῶν ἡμαρτημένων· διὸ καὶ συγχωρεῖν τρέπεσθαι κατὰ τὰς ἰδίας ὁρμὰς οὗ ποτʼ ἂν ἕκαστος αὐτῶν προαιρῆται.

μετὰ δὲ ταῦτα διηπειλήσατο μηθένα φέρειν ὅπλον πολέμιον κατʼ αὐτῶν, ὡς, ἐὰν ἁλῷ τις, ἀπαραιτήτου τευξόμενον τιμωρίας.

κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς οἱ τὴν Σαρδόνα [τὴν νῆσον] παραφυλάττοντες τῶν μισθοφόρων, ζηλώσαντες τοὺς περὶ τὸν Μάθω καὶ Σπένδιον, ἐπιτίθενται τοῖς ἐν τῇ νήσῳ Καρχηδονίοις.

καὶ τὸν μὲν τότε παρʼ αὐτοῖς ὄντα βοήθαρχον Βώσταρον συγκλείσαντες εἰς τὴν ἀκρόπολιν μετὰ τῶν ἑαυτοῦ πολιτῶν ἀπέκτειναν.

αὖθις δὲ τῶν Καρχηδονίων στρατηγὸν ἐξαποστειλάντων μετὰ δυνάμεως Ἄννωνα, κἄπειτα καὶ τούτων τῶν δυνάμεων ἐγκαταλιπουσῶν τὸν Ἄννωνα καὶ μεταθεμένων πρὸς σφᾶς,

γενόμενοι ζωγρίᾳ κύριοι τοῦ προειρημένου, παραυτίκα τοῦτον μὲν ἀνεσταύρωσαν, μετὰ δὲ ταῦτα παρηλλαγμένας ἐπινοοῦντες τιμωρίας πάντας τοὺς ἐν τῇ νήσῳ Καρχηδονίους στρεβλοῦντες ἀπέκτειναν·

καὶ τὸ λοιπὸν ἤδη ποιησάμενοι τὰς πόλεις ὑφʼ ἑαυτοὺς εἶχον ἐγκρατῶς τὴν νῆσον, ἕως οὗ στασιάσαντες πρὸς τοὺς Σαρδονίους ἐξέπεσον ὑπʼ ἐκείνων εἰς τὴν Ἰταλίαν.

ἡ μὲν οὖν Σαρδὼ τοῦτον τὸν τρόπον ἀπηλλοτριώθη Καρχηδονίων, νῆσος καὶ τῷ μεγέθει καὶ τῇ πολυανθρωπίᾳ καὶ τοῖς γεννήμασι διαφέρουσα.

τῷ δὲ πολλοὺς καὶ πολὺν ὑπὲρ αὐτῆς πεποιῆσθαι λόγον οὐκ ἀναγκαῖον ἡγούμεθʼ εἶναι ταυτολογεῖν ὑπὲρ τῶν ὁμολογουμένων.

Μάθως δὲ καὶ Σπένδιος, ἅμα δὲ τούτοις Αὐτάριτος ὁ Γαλάτης ὑπιδόμενοι τὴν Ἀμίλκου φιλανθρωπίαν εἰς τοὺς αἰχμαλώτους καὶ φοβηθέντες μὴ τῷ τοιούτῳ τρόπῳ ψυχαγωγηθέντες ὁρμήσωσι πρὸς τὴν ὑποδεικνυμένην ἀσφάλειαν οἵ τε Λίβυες καὶ τὸ τῶν μισθοφόρων πλῆθος, ἐβουλεύοντο πῶς ἂν καινοτομήσαντές τι τῶν πρὸς ἀσέβειαν εἰς τέλος ἀποθηριώσειαν τὰ πλήθη πρὸς τοὺς Καρχηδονίους.

ἔδοξεν οὖν αὐτοῖς συναθροῖσαι τοὺς πολλούς. γενομένου δὲ τούτου γραμματοφόρον εἰσήγαγον, ὡς ἀπεσταλμένον ὑπὸ τῶν ἐκ τῆς Σαρδόνος αἱρετιστῶν.

ἡ δʼ ἐπιστολὴ διεσάφει τόν τε Γέσκωνα καὶ τοὺς μετʼ αὐτοῦ πάντας, οὓς παρεσπόνδησαν ἐν τῷ Τύνητι, καθάπερ ἐπάνω προεῖπον, φυλάττειν ἐπιμελῶς, ὡς πραττόντων τινῶν ἐκ τοῦ στρατοπέδου τοῖς Καρχηδονίοις ὑπὲρ τῆς τούτων σωτηρίας.