Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ὁ δὲ Μάθως αὐτὸς μὲν ἐπὶ τῆς τῶν Ἱππακριτῶν πολιορκίας ἐπέμενεν, τοῖς δὲ περὶ τὸν Αὐτάριτον τὸν τῶν Γαλατῶν ἡγεμόνα καὶ Σπένδιον ἔχεσθαι τῶν ὑπεναντίων συνεβούλευε,

τὰ μὲν πεδία φεύγοντας διὰ τὸ πλῆθος τῶν παρὰ τοῖς ὑπεναντίοις ἱππέων καὶ θηρίων, ταῖς δʼ ὑπωρείαις ἀντιπαράγοντας καὶ συνεπιτιθεμένους κατὰ τὰς ὑποπιπτούσας ἀεὶ δυσχερείας.

ἅμα δὲ ταῖς ἐπινοίαις ταύταις καὶ πρὸς τοὺς Νομάδας καὶ τοὺς Λίβυας ἐξέπεμπε, δεόμενος βοηθεῖν σφίσι καὶ μὴ καταπροΐεσθαι τοὺς ὑπὲρ τῆς ἐλευθερίας καιρούς.

ὁ δὲ Σπένδιος προσλαβὼν ἐκ τοῦ Τύνητος ἀφʼ ἑκάστου τῶν γενῶν τοὺς πάντας εἰς ἑξακισχιλίους προῆγε, ταῖς ὑπωρείαις ἀντιπαράγων τοῖς Καρχηδονίοις, ἔχων ἅμα τοῖς προειρημένοις καὶ τοὺς μετʼ Αὐταρίτου Γαλάτας, ὄντας εἰς δισχιλίους.

τὸ γὰρ λοιπὸν μέρος αὐτῶν τοῦ κατʼ ἀρχὰς συστήματος ηὐτομολήκει πρὸς τοὺς Ῥωμαίους ἐν ταῖς περὶ τὸν Ἔρυκα στρατοπεδείαις.

τοῦ δʼ Ἀμίλκου παρεμβεβληκότος ἔν τινι πεδίῳ πανταχόθεν ὄρεσι περιεχομένῳ, συνέβη τὰς παρὰ τῶν Νομάδων καὶ Λιβύων βοηθείας εἰς τὸν καιρὸν τοῦτον συνάψαι τοῖς περὶ τὸν Σπένδιον.

γενομένης δὲ τοῖς Καρχηδονίοις τῆς μὲν τῶν Λιβύων ἐπιστρατοπεδείας αἰφνιδίου καὶ κατὰ πρόσωπον, τῆς δὲ τῶν Νομάδων ἀπʼ οὐρᾶς, τῆς δὲ περὶ τὸν Σπένδιον ἐκ πλαγίου, μεγάλην αὐτοῖς ἀπορίαν

συνέβη περιστῆναι καὶ δυσέκφευκτον. κατὰ δὲ τὸν καιρὸν τοῦτον Ναραύας, ὃς ἦν μὲν Νομὰς τῶν ἐνδοξοτάτων εἷς, ἦν δὲ καὶ πλήρης ὁρμῆς πολεμικῆς, οὗτος ἀεὶ μὲν οἰκείως διέκειτο πρὸς τοὺς Καρχηδονίους πατρικὴν ἔχων σύστασιν, τότε δὲ μᾶλλον παρωρμήθη διὰ τὴν Ἀμίλκου τοῦ στρατηγοῦ καταξίωσιν.

διὸ καὶ νομίσας ἔχειν εὐφυῆ καιρὸν πρὸς ἔντευξιν αὐτῷ καὶ σύστασιν, ἧκεν εἰς τὴν στρατοπεδείαν ἔχων περὶ αὑτὸν Νομάδας εἰς ἑκατόν.

καὶ συνεγγίσας τῷ χάρακι τολμηρῶς ἔμενε, κατασείων τῇ χειρί.

τοῦ δʼ Ἀμίλκου θαυμάσαντος τὴν ἐπιβολὴν καὶ προπέμψαντός τινα τῶν ἱππέων, εἰς λόγους ἔφη βούλεσθαι συνελθεῖν τῷ στρατηγῷ.